Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὥσπερ ὅρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία.

καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἶ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἥκουσα παρὰ. Κυρίου σαβαὼθ ἅ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.

Ἐνωτίζεσθε καὶ ἀκούσατε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.

μὴ ὅλην τὴν ἡμέραν μέλλει ὃ ἀροτριῶν ἀροτριᾶν ; ἦ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν;

καὶ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, πρῶτον σπείρει μικρὸν μελάνθιον καὶ κύμινον, καὶ πάλιν πυρόν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου

καὶ παιδευθήσῃ κρίματι θεοῦ σου, καὶ εὐφρανθήσῃ.

οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἀμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ. ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον

μετὰ ἄρτου βρωθήσεται. οὗ γὰρ εἷς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.

καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.