Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά.

καὶ ἔσονται ὑμῖν πάντα τὸ. ῥήματα ταῦτα ὡς οἶ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου, ὃ ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες Ανάγνωθι ταῦτα, καὶ ἐρεῖ Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ.

καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἷς χεῖρας [*](3 επι 2°] περι ℵBQ pl. 4 ταπειν. εις την γην οι λογοι Β al. εσονται Β. 5 τροχου] τοιχου Β 22 al τυχου V 144 pariete Frag. Wirceb. φερομενος]+υπο ανεμου το πληθος των καταδυναστευοντων σε 22 al+10 πλ. τ. καταδ. Β pl. 6 κραυγης] βροντης ΜSS exc A. φωνη μεγαλη BV 109 305. 7 om 1° ° ℵ*B al. ενυπνιον] εν υπνιω 301 εν υπνω ℵQ* al καθ υπνους BQ mg 22 (93) al txt A. o πλουτος] o πλουτως Α* pr νυκτος Β 22 al. των εθνων παντων] απαντ. των εθνων Β al των ασεβων παντων Q. Ισραηλ] Ιερουσαλημ BV pl (Ιݲηݲλݲ ℵΑQΓ 24, 26 al) Αριηλ Q mg. στρατευομενοι ℵ*Β οι θλιβοντες MSS exc ℵAQΓ 106 306. 8 om εσονται Β. τω υπνω ℵ*B pl. πεινῶντες] qui esuriunt Frag. Wirceb. πινοντες ℵABQ txt 22 3]. om αυτων Β. om ο ° ℵ*BQ al. om επι Ιερ. και ℵ*BQ al om και επι ℵc.a 9 om και 2° B 109. 11 εσονται] εσται ℵ*Β pl. τα ρηματα πάντα ℵΒ al. του εσφραγισμ. ℵ om τουτου ΒQ 22 al verba libri huius signati Frag. Wirceb. sermones libri qui signatus est Cyp (Test i 4). ear] αν Β 301.)

45
ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ Ἀνάγνωθ(??) τοῦτο· καὶ ἐρεῖ Οὐκ ἐπίσταμαι γράμματα.

καὶ εἶπεν Κύριος Ἐγγίζει μοι ὃ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσιν με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.

διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον· καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.

Οὐαὶ οἶ βαθέως βουλὴν ποιοῦντες, καὶ οὔ διὰ Κυρίου· οὐαὶ οἶ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν Τίς ἡμᾶς ἑώρακεν; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἅ ἡμεῖς ποιοῦμεν;

οὐχ ὡς ὃ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Οὐ σύ με ἔπλασας; ἦ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας;

οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὅ Λίβανος ὧς τὸ ὅρος τὸ Χερμέλ, καὶ τὸ ὅρος τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται.

καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ, ὀφθαλμοὶ τυφλῶν βλέψονται,