Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἀπόστητε ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθατε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου·

ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύσεσθε, προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ.

Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα.

ὃν τρόπον ἐκστήσονται ἐπὶ σέ πολλοί, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων.

οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπʼ αὐτῷ, καὶ συνέξουσιν βασιλεῖς τὸ στόμα [*](5 τι ωδε . . εστε Γ εσται A ελημφη U+05D0 εληφθη Q υμας] + τους U+05D0AQΓ ανους Γ 5— 6 βλασφημειται… τουτο γνω[σεται)] pr obelos Bᵃ (non inst Bᵇ) 5 εν τοις εθν. sub ?? Q 6 γνωσεται] γνωσεσθε Γ το ονομα μου] τον κν Q* (το ον. μου Qmg) εν] om Γ pr οι γ΄ ?? δια τουτο Qmg αυτος ο λαλων c seqq coniung U+05D0 7 ως ωρα… σωτηριαν] α΄ τι ωραιωθησα| (σ΄ τι ευτρεπιζ εις θ΄ ως ευτρεπεις) επι τα ορη ποδες ευαγγελιζομενου ακουτιζοντος ειρηνην ευαγγε- λιζομενου αγαθον ακουτιζοντος σωτηρια| Qmg ωρα] ωραιοι Qᵇᵐᵍ 8 om οτι Γvid των φυλασσοντων] α΄ σκοπευτων σου θ΄σ΄ των σκοπων σου Qmg | προς bis scr U+05D0* αν] εαν QΓ ελεησει U+05D0 (-σι U+05D0* -σει U+05D0c.ᵇ) A 9 ευφροσυνη U+05D0 | om Κυριος U+05D0* (hab U+05D0c.a) Γ (nisi αυτην [κς]) ερρυσατο BᵃᵇΑQᵇ (ᵛiᵈ)Γ om Ιερουσαλημ 2°U+05D0* (hab Ιλμ U+05D0c.ᵇ) 10 αποκαλυψει (-λειφ. Γ)] θ΄σ΄ απεκαλυψε| Qmᵍ αυτου τον αγιον AQ ακρα] pr τα εθνη τα U+05D0* (improb τα εθνη U+05D0c.b postea repos) Γ pr τα AQ om ημων AO*ᵛⁱᵈ (hab Qᵐᵍ) 11 εξελ- θετε bis Qᵃvid αψησθε] απτεσθε U+05D0 (-θαι) A (-θαι) Q απτησθε Γ μεσου] pr του U+05D0 | αφορισθητε] pr και QΓ σκευη] + [του οι|κου Γᵛⁱᵈ 12—L lII 4 mutila in Γ 12 πορευσεσθε] πορευεσθε Qᵃ σ΄ απελευσεσθαι α΄θ΄ ομοιως τοις ο΄ Qᵐg προπορευσεται] πορευσεται AQ* (προπορ. Qmg) προτερος] προ προσω- που U+05D0 | επισυναγων] συναγων (επισ. U+05D0c.a, c.b ⁽ᵛⁱᵈ) θεος] pr κς ο U+05D0AQ 13 συ| ησει B*ᵛⁱᵈ (συ| νησει B?) σφοδρα] pr οι γ΄ ?? κ μετεωρισθησεται Qmg 15 ουτως U+05D0AQ συναξουσιν A)

200
[*]() αὐτῶν ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.

Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;

ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα. καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,

ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλιπὸν παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς Γ φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ,¶ ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη.

οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει.

αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδία εἰρήνης ἡμῶν ἐπʼ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.

καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.

καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ.

καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ἡμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ,

δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι [*](U+05D0AQΓ)[*](15 πιοι U+05D0* (περι U+05D0¹) L III 1 τινι] pr α΄θ΄ ?? επι Qmg απε- καλυφη U+05D0* (-φθη U+05D0c) 2 εναντιον αυτου ως παιδιον U+05D0 (πεδ. * παιδ. U+05D0c.b) AQ ως παιδιον] α΄ ως τιτθιζομενο | θ΄ ως θηλαζον Qᵐᵍ αυτω ειδος Q ιδομεν AΓ ουδε] ουτε U+05D0 3 αλλα το ειδος] αλλ ειδος Γ om και 1⁰ AQ εκλιπον] εκλιποντα U+05D0* (-λειπ. U+05D0c.ᵇ) εκλειπον AQa τους υιους των ανθρωπων] pr παντας U+05D0 (πα| U+05D0* παντας U+05D0c.a, c.ᵇ) παντας ανους ΑQ* (τους υιους τω ανων Qᵐᵍ) 4 om ειναι U+05D0* (hab U+05D0c. ᵇ) πονοις U+05D0* (-νω U+05D0c.ᵇ) πληγη] + α΄θ΄ ?? υπο θυ (sic ut vid) Qᵐᵍ 5 αμαρτιας] ανομιας U+05D0AQ μεμαλακισται] εμαλακισθη A ανομιας] αμαρτιας U+05D0AQ παιδεια Q 7 κεκραγωσθαι U+05D0* ᵛⁱᵈ (κεκακ. U+05D0?) κειροντος] κειραντος U+05D0c,a(κιρ.) A + αυτον U+05D0c.a (ras U+05D0c. ᵇ) AQ 8 ταπεινωσει] σει non inst Bᵇ ηρθη] ηχθηU+05D0* (ηρθ. U+05D0c.a, c.ᵇ) ηχθη] η 1⁰ sup ras Aᵃ ηκει Qᵐᵍ 9 θανατου] + αυτου BᵃᵇU+05D0AQ | δολον] ευρεθη δολος U+05D0c.a (δολος etiam U+05D0c. ᵇ) AQ 10 της πληγης (λη sup ras Aᵃ)] pr απο A υμων U+05D0AQΓ βουλεται Κυριος] κς βουλετε U+05D0* (-ται U+05D0c. ᵇ) + οι γ΄ ?? εν χειρι αυτου Qmg του πονου sup ras Aᵃ? 11 και πλασαι τη συνεσει] α΄θ΄ εμπλησθησεται εν τη γνωσει αυτου σ΄ χορτασθησεται… Qᵐᵍ συ| εσει Β* συ| νεσει B?)

201
δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει.

[*](B)

διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθʼ ὦν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη.