Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα εἶπεν γὰρ Κύριος.

πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τῶν αὐλαιῶν σου, πῆξον, μὴ φείσῃ, μάκρυνον τὰ σχοινίσματά σου, καὶ τοὺς πασσάλους σου κατίσχυσον,

ἔτι εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ ἐκπέτασον καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει, καὶ πόλεις ἠρημωμένας κατοικιεῖς.

μὴ φοβοῦ ὅτι κατῃσχύνθης, μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης, ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ, καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ.

ὅτι Κύριος ὁ ποιῶν σε, Κύριος σαβαλὼθ ὄνομα αὐτῷ· καὶ ὁ ῥυσάμενός σε, αὐτὸς θεὸς Ἰσραήλ, πάσῃ τῇ γῇ κληθήσεται.

οὐχ ὡς γυναῖκα καταλελιμμένην καὶ ὀλιγόψυχον κέκληκέν σε ὁ κύριος, οὐδʼ ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην εἶπεν ὁ θεός σου.

χρόνον μικρὸν ἐνκατέλιπόν σε, καὶ μετʼ ἐλέους μεγάλου ἐλεήσω σε·

ἐν θυμῷ μικρῷ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ, καὶ ἐν ἐλέει αἰωνίῳ ἐλεήσω σε· εἶπεν ὁ ῥυσάμενός σε Κύριος.

ἀπὸ τοῦ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν, καθότι ὤμοσα αὐτῷ ἐν τῷ χρόνῳ ἐκείνῳ, τῇ γῇ μὴ θυμωθήσεσθαι ἐπὶ σοὶ ἔτι, μηδὲ ἐν ἀπειλῇ σου

τὰ ὄρη μεταστήσεσθαι, οὐδʼ οἱ βουνοί σου μετακινηθήσονται· οὕτως οὐδὲ τὸ παρʼ ἐμοῦ σοι ἔλεος ἐκλείψει, οὐδὲ ἡ διαθήκη τῆς εἰρήνης [*](12 μεριειται Q* (-ριει Qᵃ) αμαρτιας] α 3° sup ras B¹fort ανομιας] U+05D0ΑQ αμαρτιας AQ* (ανομ. Qᵐᵍ) L IV 1 ρηξον και βοησον] + και τερπου U+05D0ᵐᵍ dext tr α΄ κελαδι αινεσι| κ χρεμετισον θ΄ ρηξον ευφροσυνην Qᵐᵍ sinistr 3 τα αριστερα] pr εις U+05D0AQ πολις U+05D0* (-λεις U+05D0c. ᵇ) Q* κατοικιεις] κατοικησις A 4 κατησχυνθης] η 1⁰ ex ι fort fec U+05D0? χηριας U+05D0AQ om μη 2⁰ U+05D0 | μνη- σθηση] + οι γ΄ ?? ετι Qᵐᵃᵍ 5 Κυριος 1⁰] pr εγω U+05D0* (improb U+05D0? postea revoc) om και U+05D0* (hab U+05D0c. ᵇ) θς αυτος A 6 ως 1⁰] ω U+05D0* (ως U+05D0c. ᵃ) | κατα- λελειμμένην BᵃᵇAQᵃ καταλελιμενην U+05D0 | om και ολιγοψυχον A* (hab Aᵃ?⁽ᵐᵍ) κεκληκε U+05D0* (-κεν U+05D0c, d c.a) ο κυριος] om ο U+05D0AQ ουδ ως] ου τω U+05D0* (ουδ ως U+05D0c. c, d.a) 7 εγκατελιπον (ε 2⁰ sup ras) Bᵃᵇ κατελιπον U+05D0Q) κατελειπον A μετ] μετα U+05D0AQ 8 ελεει] ελεω Qmg ελεησω] ελεησα U+05D0c. ᵇ ηλεησα AQ*ᵛⁱᵈ 9— 10 απο του υδατος…εκλειψει] θ΄ κατα τας ημερας Νωε τουτο μοι οτι ωμοσα μη επαγαγειν υδωρ Νωε ετι επι την γη| ουτως ωμοσα του μη οργι- σθηναι επι σε κ του μη επιτιμησοι εν σοι τα γαρ ορη σαλευθησονται κ οι βουνοι κλιθησονται το δε ελεος μου απο σου ου σαλευθησεται Qmg 9 εστιν U+05D0AQ + ονομα U+05D0* (improb U+05D0? postea revoc) χρονω] κρω (sic) U+05D0c rurs ras) θυμωθήσεσθαι] incep θαμ U+05D0* (θυμ. U+05D0¹ ⁽ᵛiᵈ) 10 ορη] ορια U+05D0 | μεταστη- σασθαι U+05D0 ( σθε U+05D0* οθαι U+05D0c.ᵇ) AQ* ᵛiᵈ (-σεσθαι Qa) ουδ] ουδε U+05D0AQ)

202
[*](B) σου οὐ μὴ μεταστῇ εἶπεν γάρ Ἵλεώς σοι, Κύριε.

Ταπεινὴ καὶ ἀκατάστατος οὐ παρεκλήθης· ἰδοὺ ἐγὼ ἑτοιμάζω σοὶ ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον,

καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστάλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς,

καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου.

καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ· ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ φοβηθήσῃ, καὶ τρόμος οὐκ ἐγγιεῖ σοι.

ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι᾿ ἐμοῦ, καὶ παροικήσουσίν σοι καὶ ἐπὶ σὲ καταφεύξονται.

ἰδοὺ ἐγὼ ἔκτισά σε, οὐχ ὡς χαλκεὺς φυσῶν ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον· ἐγὼ δὲ ἔκτισά σε οὐκ εἰς ἀπώλειαν φθεῖραι.

πᾶν σκεῦος σκευαστὸν ἐπὶ σὲ οὐκ εὐοδώσω· καὶ πᾶσα φωνὴ ἀναστήσεται ἐπὶ σέ εἰς κρίσιν, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοί σου ἔσονται ἐν αὐτῇ. ἔστιν κληρονομία τοῖς θεραπεύουσιν Κύριον, καὶ ὑμεῖς ἔσεσθέ μοι δίκαιοι, λέγει Κύριος.