Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστηκα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σειών Λαός μου εἶ σύ.

Ἐξεγείρου ἐξεγείρου, ἀνάστηθι, Ἰερουσαλήμ, ἡ πιοῦσα [*](7 μη] και U+05D0* (μη U+05D0c.a c.b) φαυλισμω Qᵃ (de Q* φ tantum superest) U+05D0AQΓ 8 ως 1⁰] ωσπερ U+05D0c.ᵃ AQ om γαρ Q* (hab Qᵐg) ως 2⁰] ωσπερ A αιωναν U+05D0* (improb ν U+05D0iᵃᵐ c.a) γενεαν U+05D0* (-νας U+05D0c.a c.ᵇ) 9 Ιερουσαλημ pr ?? Q? εν Q* ε | Qᵃ 10 η ερημουσα] pr θ΄ ?? η λατομησασα πλατος διαλυσασα δρακοντα ου συ ει Qmg θαλασσα A? τα βαθη] το βαθος U+05D0* (-θος sup ras U+05D0¹) 11 ελυτρωμενους U+05D0* (λελυτρωμενοις U+05D0c.a c.b) Σιων Bᵇ (in ω ras aliq ut vid) AQ επι κεφαλης γαρ] επι της κεφ. U+05D0 επι γαρ της κεφ. AQ αινεσις] pr αγαλλιασις καιU+05D0Q pr αγαλλιαμα και A καταληψε ται Qᵃ | [απε]δρα οδυνη και λυπη και] obel pr Ba (non inst Bᵇ) και λυπη] pr ?? Q? 12 γνωθι] pr ?? Q? + συ U+05D0*Qᵃ τις ουσα] τινα U+05D0AQ α΄ τις συ σ΄ τις ει οι ο΄ τις ουσα θ΄ ομοιως τοις σ΄ Qqᵐᵍ εφοβηθης (εφαβ. U+05D0* εφοβ. U+05D0c.a c.ᵇ)] pr ευλαβηθεισα U+05D0 (-θισα U+05D0* -θεισα U+05D0c.a c.b) AQ 13 θεον] θυ A* (θν Aᵃ) την γην θεμελιωσαντα Q του προσωπου U+05D0 | θυμου] + μου U+05D0c.a του θλιβ.] αυτου θλιβ. U+05D0* | αραι σε] αρεσαι σε A αρε σαι (?αρε σαι) Γ 14 χρονιει] + θ΄ ?? κ ου θανατωσεις (sic) διαφθορα κ ου μη υστερηση ο αρτος αυτου Qᵐᵍ 16 σκιαν της χειρος] σκεπην (postea rurs σκιαν) της χ. U+05D0c.a δεξιαν A και ερει Σ. λαος μου ει συ] α΄ κ του ειπειν τη Σιων λ. μ. συ σ΄ κ εις το ειπει τη Σ. λ. μ. ει Qᵐᵍ ερει] ερω τη U+05D0c.ᵃ Σιων Bᵇ (in ω ras aliq ut vid) U+05D0AQΓ 17 om εξεγειρου 2°U+05D0? (postea restit) Q* (hab Qmg))

198
[*](B) ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας,

καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὦν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας.

δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συνλυπηθησεται πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα τίς παρακαλέσει σε :

οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπʼ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ θεοῦ.

διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου.

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό·

καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε τῶν ταπεινωσάντων σε, οἱ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μέσα σου ἔξω τοῖς παραπορευομένοις.

’Ἐξεγείρου ἐξεγείρου, Σειών ἔνδυσαι τὴν ἰσχύν σου, Σειών, καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου, Ἰερουσαλήμ, πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.

ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἰερουσαλήμ· ἔκλυσοι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σειών. ὅτι τάδε λέγει Κύριος Δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.

Οὕτως λέγει κύριος Κύριος Εἰς Αἰγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν·

καὶ [*](U+05D0AQΓ)[*](17 εκ χειρος Κ. το ποι. του θυμου αυτου] το ποι. του θυμου εκ χειρος κυ U+05D0AQ [ το] ποι. εκ χειρος κυ Γ της πτωσεως …θυμου (2⁰) sup ras Aᵃ (post θυ| spat est 2 fort litt) θυμου 2⁰] + μου U+05D0 | εξεπιες] επιες A εξεπιε Γ 18 σε] ε A υ| ιων B* νι| ων B? υψωσας Qᵃᵛⁱᵈ (υψωσς Q*) 19 om σοι 2 U+05D0* (hab U+05D0c.a, c.ᵇ) συνλυπηθησεται B* Γ] συλλυπ. BᵇU+05D0AQ σε παρακαλεσει AQ 20 σου] σοι A ως σευτλιον (σειτλ. U+05D0* σευτλ. (prius fort σευται.] U+05D0c.a c.b)] α΄θ΄σ΄ ως ορυξ Qmᵍ ημιεφθον (- φθο| ν U+05D0* -φθο U+05D0c)] α΄ ημφιβλη- στρευμενος σ΄ εν αμφιβηστρω θ΄ συνειλημμενος Qᵐᵍ ΄πληρης B θεου] + σου U+05D0c.ᵃ (ruts ras) 21 ακους] + θ΄σ΄ ?? τουτο Qᵐᵍ 22 ουτω U+05D0* (-τως U+05D0c.a : ς ruts ras) ο θεος] + οι γ΄ ?? σου om μου U+05D0AQ προσθησει U+05D0 23 δωσω…σε 1⁰] pr obelos adnot οι ωβ΄ ου κ΄ π΄ εβρ΄ Β* (non inst Bᵇ) | δωσω] εμβολω AQ των ταπεινωσαντων] pr και BᵇvelcAQΓ τα μεσα σου] τα μεταφρενα σου U+05D0ΑQ τα μεσα . . ε| να [σ]ο[υ] Γ α΄ σωμα σου σ΄ τον νωτον σου θ΄ ομοιως τοις ο΄ τα μεσα σου Qᵐᵍ LII 1 Σιων BᵇU+05D0AQΓ (bis [1⁰] U+05D0] : item 2, 7, 8) om Σειων 2⁰ U+05D0 | om συ U+05D0? (postea revoc) AQΓ | η αγια] om η AΓ 2 εκλυσοι] εκδυσαι U+05D0 (-σε U+05D0* -σαι U+05D0c.b) AΓ ενδυσοι Q* (εκλυσοι Qmg) α΄ περιλυσαι σ΄ απολυσαι θ΄ διαλυσον Qmg τραχηλου] χ sup ras B? improb) σου U+05D0? (postea revoc) 4 ουτως (-τω U+05D0* -τως U+05D0c.a ς rurs ras)] pr οι γ΄ ?? οτι Qmg om κυριος U+05D0AQ* (hab Qmgᵍ Γ 5 και νυν. Κυριος] α΄ κ νυν τι μοι ωδε φησι πιπι θ΄σ΄ κ νυν τι εστι μοι ωδε λεγει κς Qmg)

199
νὺν τί ὦδέ ἐστε ; τάδε λέγει Κύριος Ὅτι ἐλήμφθη ὁ λαός μου δωρεάν, [*](B) θαυμάζετε καὶ ὀλολύζετε. τάδε λέγει Κύριος Δἰ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.

διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι

ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σειών Βασιλεύσει σου ὁ θεός

ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σειών.

ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἰερουσαλήμ, ὅτι ἠλέησεν Κύριος αὐτὴν καὶ ἐρύσατο Ἰερουσαλήμ.

καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν.