Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπʼ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρέξ ἐμοῦ.

ἐπιστράφητε ἐπʼ ἐμέ καὶ σωθήσεσθε, οἱ ἀπʼ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος.

κατʼ ἐμαυτοῦ ὀμνύω, εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν θεόν,

λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἤξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες αὐτούς

ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.

Ἔπεσε Βήλ, συνετρίβη Ναβώ, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ τὰ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι,

ἐκλελυμένῳ καὶ πεινῶντι, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.

Ἀκούετέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου·

ἕως γήρως ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς.

[*](20 οι αιροντες] incep ο αιρ. B* (οι αιρ. Bᵃᵇ) | το ξυλον (ξυλα U+05D0*)] om U+05D0AQ το U+05D0* (hab U+05D0c. ᵇ) | γλυμματα U+05D0 | προσ|ευχ. B* προ|σευχ. B? | προς] pr ως U+05D0AQ | σωζωσιν U+05D0A 21 αναγγελλουσιν A | γνωσιν] γνωμεν A* (improb vid A?) | τις] τοις U+05D0* τοτε] ποτες U+05D0 | ο θεος sub ?? Q 21—23 ανηγ- γελη...ομνυω] γελη usque ομνυω sup ras A? 21 εγω] pr ουχι Qᵐᵍ | ο θεος] pr κς Qᵐᵍ | post εμου 1° ras aliq in fin lim B? | πλην] πρην U+05D0* (πλ. U+05D0c. ᵃ,c. ᵇ) | εστιν 2°] + αλλος A? 22 επ εμε (sup ras Bᵃᵇ εφ ημας B* vid)] προς με U+05D0A?Q) | αλλος] + πλην εμου| δικαιος και σηρ ουκ εστιν παρεξ εμου A? 23 ομνυων U+05D0* (ν 2° postea ras) | ει μη] ει μην U+05D0c.b AQ* (η μην Qa) | εξελευ- σεται] α΄ θ΄ ομοιως Qmg | οι λογοι] pr και U+05D0* (improb U+05D0c. ᵇ) | καμψει] καυψι U+05D0* καμψ. U+05D0c.a, c.ᵇ (-ψει U+05D0c. ᵇ) | ομειται] ομνιται U+05D0* (ομιτ. U+05D0c.a ομειτ. U+05D0c. ᵇ) εξομολογησεται U+05D0c.a, c.b ᵐᵍAQ | τον θεον] τον κν U+05D0* τω θεω U+05D0c.b AQ 24 δοξα] ιρηνη U+05D0* (ειρ. U+05D0c.b) δοξα U+05D0c.a c.b | ηξει] ηξουσιν U+05D0c.b ᵐᵍAQ | διοριζοντες BU+05D0* (-ταις) Qmg] αφοριζοντες U+05D0c.ᵇ (-ταις U+05D0c.a) AQ | αυτους] εαυτους U+05D0Q 25 δι- καιωθησεται U+05D0* (-σονται U+05D0c.b postea repos -σεται) | εν τω θεω] om U+05D0* (hab U+05D0c.ᵇ sed ε 1° sup ras) sub ?? Q | ενδοξασθησονται AQ | παν] pr και A XLVI 1 επεσε] επι σε U+05D0* (επεσε U+05D0c.b et postea) | Ναβω] Δαγων U+05D0AQ σ΄ Νεβους θ΄ σ΄ Ναβω Qmᵍ | τα κτηνη] om τα U+05D0AQ | αιρετε] εδεται A | καταδε- δεμενα] δεδεμενα Q 1—2 [φορ]τιον κοπιωντι εκλε[λυμενω)] adnot ου κ΄ π΄ εβρ΄ Bᵃ (non inst Bᵇ) 1 φοντιον U+05D0* (φορτ. U+05D0c.a, c.b) | κοπιωντι] pr ?? Qmg 2 πεινωντι (πιν. AQ*) κ. εκλ. AQ | εκλελυμενω] om U+05D0 | αμα] pr εκλελυμενω U+05D0* (εκλ. ante ουκ ισχ. transpos U+05D0c.ᵇ) | ου] + μη A | δυνησονται] δυνω|ται A 3 ακουετε] ακουσατα U+05D0c (vid) (-ται) AQ | om μου U+05D0* (hab U+05D0c.ᵇ) οικος] pr ο U+05D0 | εκ 2°] απο A 4 γρους U+05D0* (-ρως U+05D0c.ᵇ) A | εγω ειμι (2°), υμων sub ?? Q | αναληψομαι Q | σωσω υμας] οι γ΄ ομοιως Qmᵍ)
188
[*](B)

τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι,

οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ· στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς.

αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν.

Μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοἡσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ,

καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ,

ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν γενέσθαι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω·

καλῶν ἀπʼ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.

ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.

ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρʼ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σειὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα.

Κατάβηθι, κάθισον ἐπὶ γῆν, παρθένος θυγάτηρ Βαβυλῶνος· κάθισον εἰς τὴν γῆν, θυγάτηρ Χαλδαίων, ὅτι οὐκέτι προστεθήσῃ κληθῆναι ἁπαλὴ καὶ τρυφερά.

λάβε μύλον, ἄλεσον ἄλευρον, ἀποκάλυψαι [*](U+05D0AQ)[*](5 τινι] ν sup ras U+05D0¹ | ομοιωσατε U+05D0 | ιδετε] bis scr ιδεται U+05D0* improb 2° U+05D0c.b 6 μαρσιππου A* (-ππιου A?) | χειροποιητα] ιροποιητα (in χιρ.) sup ras U+05D0¹ α΄θ΄ ισχυρο σ΄ θεον Qmg | κυψας U+05D0* (-ψαντες U+05D0c. ᵇ) | προσκυνι U+05D0* (-νουσιν U+05D0c. ᵇ) | αυτοις] αυτω U+05D0 αυτο A 7 αυτο 1°] αυτον U+05D0* (-το Qᵃ) | του ωμου] των ωμων U+05D0AQ | πορευσονται U+05D0* (πορευονται U+05D0c. ᵇ) | ου 1°] pr και U+05D0* (im- prob U+05D0c. ᵇ) | om ος U+05D0* (hab U+05D0c.a, c.b) | εαν 2°] αν U+05D0c.a, c.b AQ | βοησι U+05D0* (-σει U+05D0c. ᵇ) | αυτον 1°] αυτο Qᵃ | εισακουση] ακουση U+05D0* (εισακ. U+05D0c.ᵃ) A | σωσει A 8 επιστρεψατε] ρε sup ras U+05D01fort 9 μνησθητε] pr μετανοησατε U+05D0* (im prob U+05D0c.b postea repos) προτερα] α sup ras U+05D0¹ 10 αναγγελων U+05D0*txt [αναγελων U+05D0* comm ] (αναγγελλων U+05D0c.a) | [προ]τερον τα εσχατα πριν] pr obel Bᵃ (non inst Bᵇ) | πριν] + αυτα U+05D0AQ | και αμα sub ?? Q | ειπα] ειπατε Q 11 πορωθεν U+05D0* (πορρ. U+05D0c.a fort c.ᵇ) | ελαλησα] pr σ΄ και γε Qmg | και 2°] ?? σ΄ [και] γε Qmg | ηγαγον 1°] εποιησα U+05D0* (ηγ. U+05D0c.b postea ras) | εκτισα...οδον αυτου] pr obelos Bᵃ (non inst Bᵇ) | και εποιησα] σ΄ θ΄ ӄ ποιησω αυτην Qᵐᵍ | ευοδωσα B*ᵇ] ευωδ. Bᵃ 12 ακουσατε] θ΄ ομοιως Qᵐᵍ 13 μου] + και την αληθιαν U+05D0* (improb U+05D0? postea repos) + θ΄ ?? ου μη μακρῡ|θη Qmg | και την σωτηριαν] α΄ ӄ σωτηρια μου σ΄ ӄ η σωτ. μου θ΄ το σωτηριον Qᵐᵍ | Σιων BᵇU+05D0AQ | δοξασμα sup ras Bᵃᵇ δοξαν U+05D0* (δοξασμα U+05D0c.b postea rurs δοξαν) XLVII 1 γην 1°] pr την U+05D0AQ | καθισον 2°] εισελθε U+05D0AQ (sub ??) ?? καθισον εις την γην ουκ εστι θρηνος (sic) Qmg | εις την γην] εις το σκοτος U+05D0AQ (sub ??) | θυγατηρ 2°] pr παρθενος U+05D0* (improb U+05D0? postea revoc) | Χαλδεων U+05D0 (item 5) )

189
τὸ κατακάλυμμά σου, ἀνακάλυψαι τὰς πολιάς, ἀνάσυραι [*](B) τὰς κνήμας, διάβηθι ποταμούς·