Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν. τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.

ὁ γὰρ [*](U+05D0AQΓ) [*](9 ο Χερμελ] ο Καρμηλος U+05D0A pr ο Κρμηλος και Q 11 αισθηθησεσθε] αισχυνθησεσθε U+05D0c.a (-σθαι: revoc αισθ. U+05D0c.b) A αισθηθησεσθαι Q* fort αισθη- σεσθε Qᵃ | ματαια] + δε U+05D0 | υμας κατεδεται U+05D0AQ 12 ερισμενη U+05D0* εριμμλ U+05D0c.a,c.b) | και κατακεκαυμενη] ӄ κ| U+05D0* ӄ κατακεκαλυμενη U+05D0c.b,c.a 13 εποιησᾱ U+05D0*c.b 14 λημψονται U+05D0* (-ψεται U+05D0c.a,c.b) ληψεται Q | καιεται] και εστε U+05D0* (καιεται U+05D0c) 15 πορευομενος] + αμωμος U+05D0 | λαλων] οι γ΄ λαλει Qmg | απο] pr και U+05D0* (improb U+05D0c.b) | αιματος] + αδη αδικ. Q¹ᵐᵍ dextr ομοιως οι γ΄ : αιματων Qmg | ειδη Q* (ιδ. Qᵃ) | ιδικιαν B* (ιδη αδικ. Bᵃᵇ) 16 οικηση U+05D0 | ισχυρας] οχυρας A 17 οι οφθ.] pr και U+05D0c.aAQ | πορωθεν U+05D0 18 ημων] υμων AQ | φοβον] + κῡ A | τρεφομενους] συστρεφ. U+05D0AQΓ α΄θ΄ μεμεγαλυμμενους σ΄ εκτεθραμμενους Qmg 19 μεγα A | συνεβουλευσαντο U+05D0QΓ συνεβουλευσᾱ| A | ουδε ηδει βαθυφωνον] σ΄ ουκ οψη λαον βαρυν ε| χειλεσιν Qmg | λαος (λος U+05D0* α superscr U+05D0¹) | πεφαυλισμενος] pr ο U+05D0c.a (postea ras) 20 Σιων BbU+05D0AQΓ | η πολις] om η Γ* (hab Γ¹) | Ιερουσαλημ] pr πολις B* (improb Bᵃᵇ) Ιηλ Γ* (Ιλωμ Γ¹) | σεισθωσιν (ω rescr U+05D0¹)] σεισ rescr A¹ (σαλευθ. A* fort) εισθωσιν Γ | ουδε 1°] ουδ ου A και ου Γ | κινηθωσιν] η rescr A¹ αιωναν U+05D0* | διαραγωσιν U+05D0* (διαρρ. U+05D0c.b) 21 τονομα A* (το ον. A¹) υμιν 1°] εστιν A | διωρυγες U+05D0AQ* (-χες Qᵃ) Γ)

161
θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με· Κύριος κριτὴς ἡμῶν, [*](B) Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσεῖ.

ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὕ παραδοθῇ εἰς προνομὴν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν.

καὶ οὐ μὴ εἴπωσιν Κοπιῶ ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.

Προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῇ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ.

διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν.

οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.

καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ ἑλιγήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.

ἐμεθύσθη ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.

ἡ μάχαιρα τοῦ κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος τράγων καὶ ἀμνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. ὅτι θυσία τῷ κυρίῳ ἐν Βόσορ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ,

καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετʼ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.

ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σειών.

[*](22 μεγαρ U+05D0* (μεγας U+05D0c.a,c.b) Κυριος 1°] + πηρ κς Aᵃ ουτος] αυτος Γ U+05D0AQΓ 23 ενισχυσεν U+05D0AQ (-σαν οι γ΄ ?? ουτως Qmg) αρη Γ ποιησωσιν AΓ 24 ει- πωσιν] ειπη U+05D0AQ* (ειπωσῑ Qmg) Γ om κοπιω U+05D0Γ ενοικων] pr ο U+05D0AQΓ κατοικων Q* (ενοικ. Qa) αυτοις 1°] + κοπιω U+05D0Γ XXIV 1 αρ- χοντες] + ?? προσεχετε Qmg οι εν αυτη] οι ενοικουντες εν αυτ. A η οικουμενη] οι οικουνταις U+05D0* οικουμενη U+05D0c.a (η οικ. ᵍs.ᵇ) U+05D0c.b) πανια] οι γ΄ ?? πανια Qmg εθν B* (η superscr Bᵃᵇ) 3 και αναβησεται αυτων] adnot ου κ΄ π΄ εβρ΄ Ba ᵐᵍ 4 om και τακησονται…ουρανων U+05D0AQΓ οι γ΄ ?? ӄ τακ…ουρανων Qmg | ειλι- γησεται Bbc(vid) | ο ουρανος ως βιβλιον U+05D0AQ ως 2°] + πιπτει Q 5 εμεθυ- σθη] pr οι γ΄ ?? οτι Qmg η μαχοιρα μου εν τω ουρανω U+05D0AQΓ απωλειας (-λιας U+05D0c.a,c.bQ*)] γης U+05D0* μετα κρισεως c seq coniung Γ 6 η μαχ. του κυ ενεπλη[σθη)] adnot ου κ΄ π΄ εβρ΄ Bᵃmg του κυριου] om του U+05D0AQ* (hab Qmg) Γ στεατος 1°] + αρνων U+05D0AQΓ om απο αιματος τραγων και αμνων U+05D0ΑQΓ hab σ΄ ?? απο αιματος αρνων και τραγων Qmg τω κυριω] om τω U+05D0Aᵐᵍ Βοσορ] pr γη A 7 συνπεσουνται U+05D0AQΓ οι αδροι] om οι U+05D0* (hab U+05D0c.b) ταυροι] αυρο sup ras U+05D0¹ μεθυσθησονται Q*vid απο 2°| pr θ΄ το χωμα ουτων Qmg ενπλησθησεται U+05D0 8 ανταποδωσεως ΑΓ Σιων BᵇU+05D0AQΓ)
162
[*](B)

καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη

νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται, καὶ εἰς χρόνον πολύν.

ὄρνεα καὶ ἐχῖνοι καὶ εἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ· καὶ ἐπιβληθήσεται ἐπʼ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.

καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνων καὶ αὐλὴ στρουθῶν·

καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον, ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι εὑρόντες αὑτοῖς ἀνάπαυσιν·

ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων·

ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι Κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτά.