Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφʼ ἱματίου οὕτως ἡττήσονται.

Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δέ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.

διὰν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶὶ διεσπάρησαν τὰ ἔθνη.

νῦν δέ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τροπον ἐαν τις συναγάγῃ ἀκρίδα, οὕτως ἐμπαίξουσιν ὑμῖν.

ἅγιος ὁ θεὸς ὁ κατοικῶν ἐν ὑψηλῷ, ἐνεπλήσθη Σειῶν κρίσεως· καὶ δικαιοσύνῃ

ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυρυῖς ἡ σωτηρία ἡμῶν, ἥκει σοφία καὶ ἐπιστήμη καὶ εὐσέβειαι πρὸς τὸν κύριον· οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης.

Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν οὗτοι φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφ᾿ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.

ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογισθήσεσθε αὐτοὺς ἀνθρώπους.

ἐπένθησεν ἡ γῆ. ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σάρων· φανερὰ ἔσται ἡ Γαλειλαία καὶ ὁ [*](18 πλουτου] λ superscr A¹ 19 εαν Bis scr A ως] om U+05D0 + οι A U+05D0AQ + οι ενοικουντες Q 20 υδμρ U+05D0* (υδωρ U+05D0c.a) XXXIII 1 ταλαι- πωροισιν Q* (-ρουδιν Qa) | δε] + γαρ U+05D0* (improb U+05D0c.a,c.b) | υμας 3°| μιν A εφ] επι AQ ιματιου] τ sup ras B* ιματιω U+05D0 | ηττησονται] ηττηθησονται U+05D0AQ 2 απειθουτων B* (-ντων Bab) απωλειαν (-λιαν U+05D0Q*)] in π ras aliq B? 3 φοβου 1°] + σου U+05D0AQ σ΄ κατα το εβρ. αμω α΄ οχλου θ΄ πληθυς (sic) Qᵐᵍ 4 υμων] ημων U+05D0 | μιπρου και μεγαλου] pr obel Bᵃ (non inst Bᵇ) Q | μικρου] pr απο A | ακριδας U+05D0AQ + θ΄ ?? ως απο τω βοθυνων Qmg | εμπαι- ξουσιν] εμπαξονται U+05D0c.b (vid) (postea revoc - ξουσιν) A ) (εμπεξ.) 5 ο θεος] pr κς Qmg | υψηλοις U+05D0AQ ενεπλησθη] in π ras aliq B? | Σιων BbU+05D0AQ : item 14 | δικαιοσ νης U+05D0AQ 6 ηκει BQmg] εκει U+05D0 (-κι U+05D0* -κει U+05D0c.b) AQ¹ᵃ¹ | ευσεβια U+05D0Q* | κυρον] θν U+05D0* (κν U+05D0c.b) 7 Ιυ|μων ουτοι…υμων αγ|γελοι] pr obelos Bᵃ (non inst Bb) ου κ΄ π΄μ εβρ΄ Bᵐᵍ ουτοι] αυτοι U+05D0Α | ους sub Q | βοησονται] φοβηθησονται U+05D0c.bAQ* (βοησ. Qmg) αγγελοι…εἰρήνην] α΄ αγγελοι ειρηνης πιλρως κλαυσονται Qmg αγγελοι] + γαρ U+05D0Α αποσταλη- σονται] + αξιουντες ειρηνην (ιρ. U+05D0c.a) U+05D0c.aAQ 8 πεπαυται ras. aliq in π 1° Β?)] + γαρ A λογισθησεσθς BQ*] λογισησθε U+05D0 (λογεισ.) A λογισεσθε Qa 9 επενθησεν] ομοιως οι γ΄ Qmg ο Ααρων] Ακαρων U+05D0* (ο Σ. U+05D0c.b) ο Σααρων Q* (o Σαρ. Qa) | Γαλιλαι BbU+05D0AQ)

160
[*](B) Χερμέλ.

νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι·

νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν, πῦρ κατέδεται ὑμᾶς,

καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη.

Ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.

ἀπέστησαν οἱ ἐν Σειὼν ἄνομοι, λήμψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;

πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἵωα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἴνα μὴ ἴδῃ ἀδικίαν,

οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.

βασιλέα μετὰ δόξης ὄψεσθε, οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν·

ἡ ψυχὴ ἡμῶν μελετήσει φόβον· ποῦ [*](§ Γ) εἰσιν οἰ γραμματικοί; §ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους

μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσατο οὐδὲ ἥδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις.

ἰδοὺ Σειὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν·