Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

μάτην κοπιὰσουσιν πρὸς λαὸν ὧς οὐκ ὼφελήσει αὐτοὺς εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.

Ἡ δρασις τῶν τετραπόδων τῶν ἐν τῆ ἐρήμῳ.

Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσ πίδες καὶ ἔκγονα ἀσπίδων, οἵ ἔφερον ἐπ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς.

Αἰγύπτιοι ματαια καὶ κενὰ ὡφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα καρῷ καὶ ἕως εἰς τὸν αἰῶνα.