Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οὐαὶ τέκνα τέκνα ἀποστάται, λέγει Κύριος· ἐποιήσατε βουλὴν οὐ δι᾿ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἀμαρτὰςς ἐφ᾿ ἁμαρτίας·

οἱ πορευόμενοι καταβῆναι¶ εἰς Αἴγυπτον, §ἐμέ δὲ [*](¶Γ §Ο) οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.

ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπʼ Αἴγυπτον ὄνειδος.

ὅτι εἰσὶν ἐν Γάνει ἀργηγοὶ ἄγγελοι πονηροί