Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὰ περιπόρφυρα [*](U+05D0AQZΓ) [*](9 ανηγγειλαν] α'θʼ ομοιως τοις ο' σʼ απηγγ. Qᵐᵍ ενεφανησαν Γ διοτι] οτι AΓ βεβουλονται Γ 9 –1 10 [βε]βουλευνται ...η ημιν εστιν] pr obelos Bᵃ (non inst Bᵇ) 10 ειποντες...εστιν] pr obelos Ζ(?) ειποντες A δησομεν Ζ δυσχρηστος ημιν] σ χρηστος ημιν sup ras Aᵃ 11 κατα ...αυτω] συμβησεται αυτω κατα τα εργα των χει (cet evan) Z συνβησεται B* fort 12 κυριευσουσινU+05D0*c.b (κυριευουσιν U+05D0c.a) F υμων 2⁰] ημων Γ τον τριβον] την τρ. U+05D0AZ υμων 3⁰] ουτων Ζ 14 Κυριος] pr ο Ζ om και μετα των αρ- χοντων αυτου U+05D0* (hab και των αρχ. α υτ. U+05D0c.a, ᵇ) αυτου] α υτων Q om η Q* (superscr Q1(?)) 15 των πτωχων] τω πτ. U+05D0* (των πτ. U+05D01) καταισχυ- νετε] + ?? φησι κς κς |πιπι πιπι) στρατειω + σʼ λεγει κς των δυναμεω Qᵐᵍ 16 λεγε U+05D0 Σειων B*cU+05D0] Σιων BᵇAQΓ item17 om εν U+05D0AQ* (hab Qᵐᵍ) Γ πορια U+05D0AQ* 17 om Κυριος Γ ανακαλυψει] αποκαλυψει AΓQ (θ' αποκ.) οι ο’ ανακ. Qᵐᵍ 18 του ιματ.] αυτου ιματ. Q* (του ιμ. Qᵃ) ουτων] +και τους κοσμους ουτων και U+05D0ΑQ* και τον κοσμον αυτ. Qᵐᵍ Γ εμπλοκια +αυτων U+05D0 | κοσυμβους] +αυτων U+05D0 α' τελᵍμωνας Qᵐᵍ μηνισκους] σʼ μανιακας Qᵐᵍ 19 το καθεμα] θʼ τα καθεματα α᾿ κροκυφαντους σʼ χαλαστα Qᵐᵍ 20 συνθεσιν] συνεσιν A | δοξης] + ουτων U+05D0* (improb U+05D0c. ᵇ) A χλιδωνας] σʼ βρα- χιαρια τα εγκομβωματα Qᵐᵍ om και τα ψελια...τα περιδεξια U+05D0* και τα ψελια καθ το εμπλοκιον (τα εμπλοκια U+05D0c.b ) και τα περιδεξια και τους δακτ.U+05D0c.a a, c.bAQ)

107
καὶ τὰ μεσοπόρφυρα,

καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν [*](B) οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά,

καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσῷ καὶ ὑακίνθῳ συνκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα.

καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον.

καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπᾷς μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται·

καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.

καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφʼ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.

Τῇ δέ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ·

καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σειὼν καὶ τὸ καταλειφθέν ἐν Ἰερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλήμ.

ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σειών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.

καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σειὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ φωτὸς πυρὸς καιομένου νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται·

καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.

Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμᾶ τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί [*](22 τα κατα] om τα Γ 23 κοκκινα] pr τα U+05D0AQΓ χρυσιω U+05D0ΑQΓ συγ- U+05D0AQΟΓ καθυφ. Bᵃᵇ(συνκατυφ. B*U+05D0) Q (συγ κ. Q*ᵛᵈ συ γκ. Qᵃ) θεριστρα] σ σπαθα- ρικα Qᵐᵍ κατακλιτα] και τα κατακλιστρα U+05D0* κατακλιστα U+05D0c.ᵃ.c.ᵇ κατα- κλειστα Γ 24 ηδειας] ιδιας AQ*vid ευωδε. Γ + και A*ᵛⁱᵃ (ras A¹) κονιορτος] pr ην A σχοινιβ U+05D0 | σακκοι U+05D0* σακκον U+05D0c.a.c ᵇ - ταυτα σοι αντι καλλωπισμου σου Qᵐᵍ 25 και 1⁰...πεσουνται] οι γ στιχοι οι υποκειμενοι ουκ εκειντο εν τω τετρασελιδω ουδε Ωρ. εξηγουμενος τουτυ εμνησθη Qᵐᵍ ο υιος σου ο καλλ.] α’ οτι αντι καλλους ανδρες σου Qᵐᵍ μα χ. πεσειται] α εν μα χ- πεσουνται Qᵐᵍ και ταπειν. c sec coniung U+05D0 IV 1 επιληψ. Q om ενος Γ*ᵛⁱᵈ (superscr Γ?) περιβαλομεθα 2 επιλαμψει] λαμψει A 3 Σιων BᵇU+05D0ACΓ item 4.5) Ιελμ (10)U+05D0 (sic ) 4 το ρ.Γ υιων B* υων B αιμα) + Ιλμ U+05D0* (improb) U+05D0c.b) ?? οι γʼ Ιληυ Qᵐᵍ om και πνευματι καυσεως A πνευματι 2⁰] pr εν U+05D0 5 ως καπνου και φωτος] αʼθʼσʼ ӄ καπνον ӄ φεγγος Qᵐᵍ φωτος] pr ως U+05D0AQΓ om και 60 U+05D0ΑQΓ σκεπασθησεται] κυ πασθησεται A (?A?) 6 om απο 2⁰ A V 1 ασω] pr ωδη U+05D0c.ᵃ om μου 1⁰ U+05D0AQ* (hab Qᵐᵍ Γ τω αμπελωνι μου] σʼ εις τον αμπελωνα αυτου θʼ τω αμπελωνι αυτου Qᵐᵍ)

108
[*](B) μου. ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι.

καὶ [*](§ Ζ) φραγμὸν περιέθηκα καὶ ἐχαράκοωσα, καὶ ἐφύτευσα ἄμπελον σωρήκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ· καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, καὶ ἐποίησεν ἀκάνθας.

καὶ νῦν, οἱ ἐνοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.

τί ποιήσω ἔτι ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ; διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας.

νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔστ ιι εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.

καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδέ μὴ σκαφῇ, καὶ ἀναβήσονται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθαι. καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.

ὁ γὰρ ἀμπελὼν Κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγὴν.

Oὑαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;