Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου σαβαὼθ ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαί, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς.

οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία.

Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σί κερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶυος αὐτοὺς συνκαύσει.

[*](§AQΖΓ)[*](1 εν κερατι] ομοιως οι γʼ Qᵐᵍ 2 . . πελον inc Ζ σωρηχ U+05D0* (χ improb ut vid U+05D0c) AZΓ σʼ εκλεκτη θʼ ομοιως τοις ο’ Qᵐᵍ και εποιησεν] εποιησεν δε U+05D0AQ (σʼθʼ επ.δε σ’ ӄ οἱ ο’ επ. Qᵐᵍ Γ 3 ανθρωπος του Ιουδα και οι ενοι- κουντες (ταις U+05D0*) εν Ιερουσαλημ U+05D0AQΖΓ κρινατε] pr νυν Qᵐᵍ οι γ' ?? δη Qᵐᵍ και ανα] καινα Ζ* (α 2⁰ superscr) 4 τω αμπ. μου ετι B διοτι] θʼσʼ τι οτι α’ τι συν Qᵐᵍ του ποιησαι] ινα ποιηση Ζ 5 δε] ουν QᵐᵍΖ αναγγελω] + δη Ζ οι γʼ ?? δη Qᵐᵍ ποιησω] pr εγω Qᵐᵍ (c ?? ) Ζ εσται 1⁰ incep ερ U+05D0* (εστε U+05D01 εσται U+05D0c.b) τοιχον] οικο A* (τοιχ. A¹) καταπατημα] διαρπαγην A 6 ουδε] ουδ ου U+05D0 | σκαφη] + ετειU+05D0* (postea ετι) improb ετ.U+05D0c. ᵇ αναβησονται] αβαβησεταιU+05D0* (αναβησονται U+05D0c. ᵇ) αναβησεται U+05D0c.b AQZΓ εις 1⁰] επ 1 ακαν- θαι (ακαθ. B* ακανθ. Bᵃᵇ)] ακανθα U+05D0c.a AQ (ακαθα Q*) ZG εiς 3⁰] επ Γ 7 σαβαωθ] θ᾿ των δυναμεων α’ στρατειω Qᵐᵍ Ισραηλ] + εστιν U+05D0AQΖ του Ιουδα] om του Γ ποιησαι] ινα ποιηση Ζ κραυ ην U+05D0* (-γην U+05D0c.b) 8 om προς οικιον Ζ ινα του πλ. αφελωνται τι] α᾿ εως περατος τοπου θʼ εως του μη υπαρχειν τοπον σʼ του μη ειναι τοπον Qᵐᵍ αφελονται B* ( λωνται Bᵃᵇ) U+05D0 | οικησηται U+05D0 οικησατε Γ 9 om εν αυταις U+05D0c.b (postea revoc) AQ* (hab Qᵐᵍ 10 ζευη U+05D0* (.γη U+05D0c.a) ποιησε U+05D0* (σει U+05D0c.a 11 το πρωι] θ' μονος ομοιως Qᵐᵍ συγκαυσει Bᵃᵇ AQa(vid))
109

μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλῶν τὸν [*](B) οἶνον πίνουσιν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν.

τοίνυν αἰχμάλωτος ὁ λαός μου εγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ πλῆθος ἐγενήθη νεκρῶν διὰ λιμὸν καὶ δίψος ὕδατος.

καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν ¶ αὐτοῦ καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν, καὶ [*](¶ Ζ) καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτῆς.

καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτιμασθήσεται ἀνήρ, καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται·

καὶ ὑψωθήσεται Κύριος σαβαὼθ ἐν κρίματι, καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ·

καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται.

Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας,

οἱ λέγοντες Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα εἰδῶμεν, καὶ ἐλθάτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν.

Oὑαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.

Οὐαὶ οἱ συνετοὶ ἐυ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες.

Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ πίνοντες τὸν οἶνον, καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σίκερα,

οἱ δικαιοῦντες τὸν ἀσεβῇ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἵροντες.

διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συνκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ [*](12 μετα γαρ. πινουσιν] α᾿ ӄ εγενετο κιθαρα ӄ ναβλα ӄ τυμπανον ӄ αυλος U+05D0AQΖΓ και σινος ποτοι ουτων Qᵐᵍ om γαρ Γ και τυμπανων] +και χορων U+05D0 | Κυριου] του θῡ U+05D0* του κυ U+05D0c.bQ* (πιπι Qᵐᵍ Z εμβλεψουσιν U+05D0* (εμβλεπ. U+05D0c.a c.b κατανοουσιν] pro ο 2⁰ inceb υ B* (o B¹) κατανοησουσιν U+05D0* ( νοουσιν U+05D0c.a,c.b) 13 εγενηθη ο λαος μου Ζ διφος| διψαν U+05D0Α (δειφ.) Q* ( ψος Qᵐᵍ ΖΓ 14 το στομα αυτου] οι γʼ το στ. αυτου οι ο’ το στ. του Qᵐᵍ διαλειπειν AΓ αυτης] + σʼθʼ ?? ӄ ο αγαλλιωμενος εν αυτη Qᵐᵍ 16 εν κριματι] θʼσʼ εν κρ. α’ ӄ οι ο’ εν κρισει Qᵐᵍ 17 φαγωνται U+05D0* (.γονται U+05D0c) 18 επισπω- μενοι] inceb επιστρ. A*ᵛⁱᵈ | αμαρτιας] σʼ ανομιας αʼθʼ την ανομιαν Qᵐᵍ ωσχοινιω U+05D0* (ως σχ. U+05D0c.b) 19 ποιησει] ποιη ο θς U+05D0d.a ⁽vid ειδωμεν] ιδω- μεν U+05D0QΓ ελθατω] ελθοι A ελθετω U+05D0Q om Ισραηλ A 20 καλον (2⁰) κα Sup ras U+05D01vid) το φως σκοτος και το σκοτος φως U+05D0 21 εαυτοις] αυτοις Γ ουτων (αυτ. Bᵃ)] εαυτων AQΓ 22 οισχυοντες B* (οι ισχ. Bᵇ) τον οινον πινοντες U+05D0ΑQ κεραννοντες B*U+05D0* (.νυντες BᵃᵇU+05D0c. ᵇ) κεραυνυντες A 23 ασε- βην U+05D0* καυθησεται bis scr A *ᵛᵈ (ras 1⁰ A?) συγκαυθησεται Bᵃᵇ AQᵃ ανειμενης] η sup ras A¹ χνους] χους U+05D0* χν. Qᵃ nisi pot I αλλα] και Γ)

110
[*](Β) ἁγίου Ἰσραὴλ παρώξυναν.

καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλεν τὴν χεῖρα ἐπʼ αὐτοὺς καὶ ἐπά. ταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι ἡ χεὶρ ὑψηλή.

τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπʼ ἄκρου τῆς γῆς. καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται.

οὐ πεινάσουσιν οὐδέ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδέ κοιμηθήσονται, οὐδὲ λύσουσιν τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδέ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν·

ὧν τὰ βέλη ὀξεῖά ἐστι καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα· ἐλογίσθησαν οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς.