Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος,

γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον

καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατὴν·

καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.

καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον, καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμου.

ὅτι ἐπιλήμψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων Ἱμάτιον ἔχεις. ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.

καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδέ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου

ὅτι ἀνεῖται Ἰερουσαλὴμ καὶ ἡ Ἰουδαία συμπέπτοικεν, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες· §διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν,

καὶ ἡ [*](§ Ζ) [*](17 υβρις] υψος U+05D0AQΓ | Κυριος] in ς ras aliq B? 18 κατακρυψουσιν] U+05D0AQZΓ κρυ Sup ras Aa 19 εισενηγκανταις U+05D0* (εισενεγκοντες U+05D0c.a c.b) | τασχισμας U+05D0 | om φοβου Γfort 20 τη γαρ ομερα] om γαρ AQ* (hab Qᵐᵍ) α'σ'θ' εν τη ημερα Qᵐᵍ | εποιησαν] εποιησεν A ομοιως οι γ΄ -σαν Qᵐᵍ 21 εισ| ελ- θειν B* ει| σελθ. B? | γην] + α’ ?? παυσασθε υμι απο του αυου ω αναπνοη εν μυκτηρι αυτου οτι εν τινι ελογισθη αυτος Qᵐᵍ III 1 Ιερουσαλημ] της Ιουδεας U+05D0 τ. Ιουδαιας AQΓ | της Ιουδαιας] Ιλμ U+05D0 Ιερουσαλημ A Ιλημ QΓ | καισχυν U+05D0* (και ισχυν U+05D0c. ᵇ) 2 γιγαντα] θ΄ δυναστην α΄ δυνατο σ΄ ανδριὸ Qᵐᵍ | om και ισχυοντα U+05D0* (hab U+05D0c.a c.b) 3 αρχιτεκτοναν U+05D0* | ακροατην] α΄ φιθυρισμω σ΄ σμιλια μυστικη θ΄ επωθη Qᵐᵍ 6 επιληψε- ται Qᵃ 6— 7 και το βρωμα ...αποκριθεις rescr A1 | υπο σε . .. εν τη ημε[ρα]] pr obelos Bᵃ (non inst Bᵇ) 8 η Ιουδαια] om η U+05D0 | διοτι] οτι A διο Ζ)

106
[*](B) αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δέ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθʼ ἑαυτῶν,

εἰπόντες Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν· τοίνυν τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται.

οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.

λαός μου, οἱ πράκτορες ὑμῶν κιλαμῶνται ὑμάς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν. λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανώσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.

ἀλλὰ υῦν καταστήσεται εἰς κρίσιν Κύριος, καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ·

αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δέ τί [*](??Ζ) ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου, καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ?? ἐν τοῖς οἴκοις ὑμῶν;

τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;

Τάδε λέγει Κύριος Ἀνθʼ ὧυ ὑψώθησαν αἱ θυγατέρες Σειών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιυ ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἄμα παίζουσαι,

καὶ ταπεινώσει ὁ θεὸς μρχούσας θυγατέρας Σειών. καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν, τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσ κους,

καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν,

καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης, καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια καὶ τὰ ἐνώτια,