Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ὅταν ἐκτείνητε τὰς χεῖρας ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφʼ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν,

μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ.

καὶ δεῦτε διελεγχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ.

καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε·

ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σειών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί,

τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου μίσγουσι [*](U+05D0AQΓ) [*](8 πολεις πολις B* (om -λις Bᵃᵇ) 9 σαβαωθ] σ΄θ΄ των δυναμεων α΄ στρα- τειων Oᵐᵍ | εγκατελιπεν (ενκ. U+05D0)] ενκατελειπεν U+05D0c.b εγκατελειπεν AQΓ | εγεννηθημεν A | ομοιωθημεν AQ* (ωμ. Qᵃ) Γ 10 νομον] λογον U+05D0* (νομ. U+05D0c.a, c.b) | θεου] + οι γ΄ ημων Qmg | λαος] λαον U+05D0* (λαος U+05D0c,d.a) 11 μοι] εμοι A | πληρης] α΄σ΄ εμπεπλησμαι Qmg | ολοκαυτωμα, των B | αρνων] ανωυ Q*fort (αρν. Qᵃ) 12 ουδ εαν (? ουδε αν) U+05D0* 13 φερητε] + μοι A | σιμι- δαλιν B* (σεμ. Bᵃᵇ) | μεγαλην] σ΄ κλητην θ΄ επικλητον Qmg | νηστιαν U+05D0Q* (-τειαν Qᵃ) | αργειαν AΓ 14 om και τας νουμηνιας υμων U+05D0 | μοι] μου U+05D0* (μοι U+05D0¹(vid)) | πλησμονην] α΄σ΄θ΄ ενοχλησιν Qᵐᵍ | ουκετι ανησω] σ΄ εκοπωθη ιλασκομενος Qmg 15 εκτεινητε τας χειρας] τας χ. εκτ. προς με U+05D0AQΓ | πληρης Γ 16 γινεσθε Γ 16—20 υμων απεναντι…ελαλησεν…ελαλησεν ταυτα] pr obelos Bᵃ (non inst Bᵇ) 16 των πονηριων] om των Γ σ΄ πονηρευομενοι Qmg 17 χηραν BᵃᵇU+05D0AΓ 18 δευτε] + και U+05D0AQΓ + (οι γ΄ ) δη Qᵐᵍ | διελεγχωμεν Q* διελεγχθ. O¹(vid) | ωσιν 2⁰] pr σ΄ πυραι Qmg | ως 4⁰] ωσι U+05D0* 19 θελετε A 21 Σιων BᵇQΓ | κρισεως] + και αληθιας U+05D0* (improb U+05D0c.b) | εκοιμηθη] σ΄ ηυλιζετο Omg 22 αδοκιμον] + αι πολεις υμων πυρικαυστοι A | μισγουσιν U+05D0AΓ)

103
τὸν οἶνον ὕδατι·

οἱ ἄρχοντές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν, [*](B) ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσιν χηρῶν οὐ προσέχοντες.

διὰ τοῦτο τάδε λέγει Κύριος ὁ δεσπότης σαβαώθ Οὐαὶ οἱ ἰσχύοντες Ἰσραήλ· οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.