Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σέ καὶ πυρώσω εἰς καθαρόν, τοὺς δε ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ·

καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπʼ ἀρχῆς· καὶ μετὰ ταῦτα κληθήσῃ Πόλις δικαιοσύνης. μητρόπολις πιστὴ Σειών.

μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης·

καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται·

διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ᾐσχύνθησαν ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν.

ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων·

καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.

Ὁ λόγος ὁ γενόμενος πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας

  • καὶ περὶ Ἰερουσαλήμ.
  • Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανές τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπʼ ἄκρου τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν [*](23 απειθουσιν] θ΄ εκκλεινοντες σ΄ απειθεις Qmg | αγαπωντες] α΄ πας αυτος U+05D0AQΓ αγαπων σ΄ απας αγαπα θ΄ πας τις αγαπα Qmg | χηρων] χηρας U+05D0AQ (et ita α΄σ΄θ΄ Qᵐᵍ) Γ 24 ο δεσποτης κς U+05D0AQΓ | Ισραηλ] Ιλημ A 25 πυρωσω] + σε U+05D0AQΓ | εις καθαρον… απολεσω] σ΄ εις κ. την σκωριαν σου θ΄ εις κ. το γιγαρτωδες σου α΄ ως εκλεκτον στεμφυλα σου Qmg ¦ σου] + και παντας υπερη- φανους ταπεινωσω U+05D0 (om ταπ.U+05D0* hab U+05D0c) AQΓ 26 επιστησω] σ΄θ΄ αποκατα- στησω Qmg | δικαιωσυνης A | Σιων BbU+05D0AΓ 27 και] + η αποστροφη αυτης U+05D0* (improb U+05D0c.a c.b) 28 ενκαταλιποντες U+05D0 εγκαταλειπ. AQᵃ Γ 29 αισχυν- θησονται] καταισχ. AQ (θ΄ καταισχ. α΄σ΄ ομοιως τοις ο΄ Qmg) | απο] επι U+05D0*c.b I(vid) (απο U+05D0c.a) AΓ εν Q (οι γ΄ απο Qmg) | των ειδωλων] τοις ειδωλοις U+05D0*A (ιδ.) Q (-λων Qmg) Γ | ησχυνθησαν] επεσχυνθησαν U+05D0* (επαισχ. U+05D0c.b) εσχυν- θησονται U+05D0c.a επαισχυνθησονται A επησχυνθησαν Q | επι τοις κηποις] α΄σ΄θ΄ απο των κηπων Qmg | κηποις] + αυτων A | κηποις α επεθ.] γλυπτοις ουτων εφ οις αυτοι εποιησαν Qmg | α 2⁰] + αυτοι U+05D0* ουτων α U+05D0c.a (α U+05D0c.b) 31 στιπ- πυου] στιππειου Qa | ως σπινθηρες (ωσπινθ. U+05D0A)] + πυρος U+05D0AΓ α΄σ΄ εις σπινθηρα Qmg | κατακαυθησονται] α΄σ΄ αναφθησονται Qmg | οι ανομοι κ. οι αμαρτωλοι] α΄ δυο αυτοι σ΄ αμφοτερα θ΄ αμφοτεροι Qmg II 1 ο λογος] om ο Γ | γενομενος] + παρα κυ U+05D0A (hiat Γ) 2 εμφανες] θ΄σ΄ ετοιμον εσται Qmg | το ορος] α΄ ορος Qmg | Κυριου] pr του A pr θ΄σ΄ του οικου pr α΄ οικου Qmg | ακρων U+05D0AQΓ)

    104
    [*](B) βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτὸ πάντα τὰ ἔθνη.

    καὶ πορεύσονται ἔ θνη πολλὰ καὶ ἐροῦσιν Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σειὼν ἐξελεύσεται νόμος. καὶ λόγος Κυρίου ἐξ᾿ Ἰερουσαλήμ·