Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην.

ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους.

ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.

ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σειὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, [*](Inscr Ησαιας BU+05D0* (ras dein inst addito αρχη U+05D0?) + οραματιστος Qᵐᵍ U+05D0AQΓ Ησ. προφητης ιγ΄ A Ησ. ιγ΄ Γ I 1 ιδεν bis Q | Αμως ην] Αμοσειν U+05D0*vid (Αμως ην U+05D0d.a) | βασιλεια] α΄σ΄θ΄ ημεραις Qᵐᵍ | Οζιου BᵇAQΓ | Αχαζ U+05D0QΓ 2 Κυριος] πιπι Qmg (item 4, 9, et identidem) | εγεννησα] θ΄σ΄ εξεθρεψα Qᵐᵍ 3 με 1⁰] α΄θ΄ μου Qᵐᵍ 4 αμαρτωλον] απολωλο (sic) Γ | πληρης] οι λ΄ βεβαρημενο Qmg | πονηρον] οι γ΄ πονηρευομενων Qmg | εγκατελιπατε (ενκ. U+05D0* εγκ. U+05D0c.b)] εγκατελειπετε AQ εγκατελειπατε Γ | παρωργησατε Γ | του Ισραηλ] Om του U+05D0* (hab U+05D0c) + σ΄ απηλλοτριωθησαν εις τα οπισω Qᵐᵃᵍ 5 ανομιας U+05D0 | πονον] α΄ αρρωστημα σ΄ νοσον Qᵐᵍ 6 ποδων] pr (vid) σ΄θ΄ ιχνους Qmg | κεφαλης] + α΄ ουκ εστῑ εν αυτω ολοκληρια Qmg | επιθηναι inst U+05D0d.a 7 πυρικαυτοι U+05D0* (-καυστ. U+05D01(vid)) | αυτη A* (-την A¹) | ερημωτ, Γ | om λαων Γ 8 ενκαταλ. U+05D0 | Σιων Bb AΓ | αμπελωσιν U+05D0 | σικυηρατω] σικυηλατω] Bᵃᵇ συκυηρ. U+05D0*ᵈᵃ (σικ. U+05D0c) A)

102
[*](B) ὡς πόλις πολιορκουμένη·

καὶ εἰ μὴ Κύριος σαβαὼθ ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον θεοῦ, λαὸς Γομόρρας.

τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν ; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι,

οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλὴν μου

οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν

καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν.