Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Κύριος Ιαντοκράτωρ ὑπερασπιεῖ αὐτούς· καὶ καταναλώσουσιν αὐτούς, καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης, καὶ ἐκπίονται αὐτοὺς ὡς οἶνον, καὶ πλήσουσιν τὰς φιάλας ὁὡς θυσιαστήριον.

καὶ σώσει αὐτοὺς Κύριος ὁ θεὸς αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὡς πρόβατα λαὸν αὐτοῦ, διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς αὐτοῦ.

ὅτι εἴ τι ἀγαθὸν αὐτοῦ, καὶ εἴ τι καλὸν αὐτοῦ, σῖτος νεανίσκοις, καὶ οἶνος εὐωδιάζων εἰς παρθένους.

Αἰτεῖσθε παρὰ Κυρίου ὑετὸν καθʼ ὥραν, πρόιμον καὶ ὄψιμον· Κύριος ἐποίησεν φαντασίας, καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοῖς, ἑκάστῳ βοτάνην ἐν ἀγρῷ.

διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ οἱ μάντεις ὁράσεις ψευδεῖς, καὶ τὰ ἐνύπνια ψευδθῆ ἐλάλουν, μάταια παρεκάλουν· διὰ τοῦτο ἐξηράνθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν, διότι οὐκ ἦν ἴασις.

ἐπὶ τοὺς ποιμένας παροξύνθη ὁ θυμός μου, καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι· καὶ ἐπισκέψεται Κύριος ὁ θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτοῦ τὸν οἶκον Ἰούδα, καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπῆ αὐτοῦ ἐν πολέμῳ.

καὶ ἀπʼ αὐτοῦ ἐπέβλεψεν, καὶ ἀπʼ αὐτοῦ ἔταξεν, καὶ ἀπʼ αὐτοῦ τόξον ἐν θυμῷ· ἀπʼ αὐτοῦ ἐξελεύσεται πᾶς ὁ ἐξελαύνων ἐν τῷ αὐτῷ.

καὶ ἔσονται ὡς μαχηταὶ πατοῦντες πηλὸν ἐν ταῖς ὁδοῖς ἐν πολέμῳ, καὶ παρατάξονται, διότι Κύριος μετ αὐτῶν· καὶ καταισχυνθήσονται ἀναβάται ἵππων.

καὶ κατισχύσω τὸν οἶκον Ἰούδα, καὶ τὸν οἶκον Ἰωσὴφ σώσω, καὶ κατοικιῶ [*](U+05D0AQΓ) [*](12 τοξον] pr εις AΓ εξεγειρω] επεγειρω AQΓ Σιων BᵇAQΓ 14 Κυ- ριος εσται] εσται κς A Γ σαλπιει] σαλπιγει U+05D0* (-πίει U+05D0¹ postea ras) πορευ- σονται A 15 αυτους 1⁰] ουτων U+05D0c.a ,c.b AQΓ καταναλωσωσιν A om και καταχωσουσιν αυτους U+05D0c.a (hah U+05D0 *c.ᵇ) αυτους 4⁰] το αιμα ουτων U+05D0c.a AQΓ τας φιαλας] ως φ. AQΓ om ως2⁰ AQ 16 om ο θεος ουτων AQΙ κυλιονται Ιᵃ⁽ᵛᵈ (U+05D0*) 17 om και ει τι καλον αυτου Γ αυτου 2⁰] ουτων U+05D0* (-του U+05D0c.a, c.b) pr παρ AQ X 1 παρα Κυριου υετον] υετον παρα κυ AQΓ πρωιμον BᵇQΓa υετον 2⁰] υτον U+05D0* (υετ. U+05D0c.a, c.b) 2 μαντις U+05D0* (-τεις U+05D0c.b) εξηρανθησαν] εξηρθησαν U+05D0c.b) διοτι 2⁰] οτι U+05D0c.b) A 3 παρωζυνθη Bᵃᵇ om και 10 U+05D0* (hab U+05D0c.b) επισκεπτεται A omI και 30 U+05D0c.b (postea restit) 4 απ quater εξ U+05D0c.b) (1⁰, etiam U+05D0c.a) AQΓ απ αυτου (1⁰)] απ| αυτ. B* α| π αυτ. Bᵇ τοξον] pr το AQᵃ (om Qᵃ) + εξ αυτου Q* (om Qᵃ) απ αυτου (40)] pr και Q εξελαυνων] ελαυνων A 5 διοτι] οτι U+05D0c.b Κυριος] + παντοκρατωρ A μετ| ουτων B* με| τ αυτ. Bᵇ αναβαται] αναβοται U+05D0¹)

87
αὐτούς, ὅτι ἠγάπησα αὐτούς, καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην οὐτούς· διότι ἐγὼ Κύριος ὁ θεὸς αὐτῶν, καὶ ἐπακούσομαι αὐτοῖς.

καὶ ἔσονται ὡς μαχηταὶ τοῦ Ἐφράιμ, καὶ χαρήσεται ἡ καρδία αὐτῶν ὡς ἐν οἵνῳ· καὶ τὰ τέκνα αὐτῶν ὄψονται καὶ εὐφρανθήσονται, καὶ χαρεῖται ἡ καρδία αὐτῶν ἐπὶ τῷ κυρίῳ.

σημανῶ αὐτοῖς καὶ εἰσδέξομαι αὐτούς, διότι λυτρώσομαι αὐτούς, καὶ πληθυνθήσονται καθότι ἦσαν πολλοί