Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ διὰ τοῦτο Κύριος κληρονομήσει [*](B) αὐτούς, καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτῆς, καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται.

ὄψεται Ἀσκάλων καὶ φοβηθήσεται, καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα, καὶ Ἀκκάρων, ὅτι ᾐσχύνθη ἐπὶ τῷ παραπτώματι αὐτῆς· καὶ ἀπολεῖται βασιλεὺς ἐκ Γάζης, καὶ Ἀσκάλων οὐ μὴ κατοικηθῇ.

καὶ κατοικήσουσιν ἀλλογενεῖς ἐν Ἀζώτῳ. καὶ καθελῶ ὕβριν ἀλλοφύλων,

καὶ ἐξαρῶ τὸ αἷμα αὐτῶν ἐκ στόματος αὐτῶν, καὶ τὰ βδελύγματα ουτῶν ἐκ μέσου ὀδόντων αὐτῶν· καὶ ὑπολειφθήσονται καὶ οὗτοι τῷ θεῷ ἡμῶν, καὶ ἔσονται ὡς [*](§ Γ) χιλίαρχος ἐν Ἰούδᾳ, καὶ Ἀκκαὼων ὡς ὁ Ἰεβουσαῖος·

καὶ ὑποστήσομαι τῷ οἴκῳ μου ἀνάστημα τοῦ μὴ διαπορεύεσθαι μηδέ ἀνακάμπτειν, καὶ οὐ μὴ ἐπέλθῃ ἐπʼ αὐτοὺς οὐκέτι ἐξελαύνων, διότι νῦν ἑόρακα ἐν τοῖς ὀφθαλμοῖς μου.

Χαῖρε σφόδρα, θύγατερ Σειών· κήρυσσε, θύγατερ Ἰερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πρᾳὺς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.

καὶ ἐξολεθρεύσει ἄρματα ἐξ Ἐφράιμ καὶ ἵππον ἐξ Ἰερουσαλήμ, καὶ ἐξολεθρεύσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει τὶ ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς.

καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ.

καθήσεσθε ἐν ὀχυρώμασιν δέσμιοι τῆς συναγωγῆς, καὶ ἀυτὶ [*](3 χουν] χοιν U+05D0* fort και 3⁰] + συνηγαγεν U+05D0c.(a ut vid) (postea del) AQ | χρυ- U+05D0AQΓ σιον] αργυριον Q 4 om και 1⁰ U+05D0AQ αυτους] αυτην U+05D0c.a (postea τους) AQ παταξει] καταξει U+05D0* (πατ. c.a, c.b AQᵃ εις] ωςU+05D0* δυναμιν] pr την AQ 5 οδυνηθησεται] οδυνηθησονται U+05D0* ᵛᵈ (.θησεται U+05D01) επι τω παραπτωματι] επι π. U+05D0* (επι τω π.U+05D0c.a) απο της ελπιδος AQ βασιλευς] βασιλεια A εκ] απο AQ 6 κατοικησουσιν] κατοικηθησουσιν U+05D0* (.κησ. U+05D0c.a, c.b ) Αζωτω] ζ, ω 2⁰ rescr U+05D01 7 ουτων 3⁰] αυτου A οδοντων] οδων U+05D0* (οδοντ. U+05D0c.a) υπολιφθησονται B*U+05D0AΓ ( λειφθ. BᵃᵇQ ημων] υμω U+05D0* (ημ.U+05D0c.a c.b) ως 1⁰ pr και Q* (om Qa) Ακκαρων] incep Ἆρ U+05D0* (ρ improb U+05D01 postea ras) 8 αναστεμα AQ* (στημα Qᵃ) Γ εωρακα BᵇU+05D0Q*Γᵃ om εν A om μου 20 U+05D0* (hab Qa 9 σφοδα U+05D0* (δρα U+05D0c) θυγατηρ bis U+05D0* (.τεο U+05D0c.a, c.b ) Σιων BᵇU+05D0AQᵃΓ 10 εξολεθρευσει]ʼ εξολεθρευθησετε U+05D0* (θρευσει U+05D0c.a c.b ) σεται Γ αρματα] τοξον U+05D0* (αρμ. U+05D0c.a, c.b) Εφηφρεμ U+05D0 : item 13 εξολεθρευ- σεται] εξολεθρευθησεται U+05D0* (correcturus erat θρευσει U+05D0c.ᵃ sed restit θρευ- θησετε) AQ τοξον] ξον U+05D0* τοξ. U+05D0c.a nisi iam antea 1 εθνων] εθρων U+05D0* εκθρ. vel εχθρ. U+05D0? (εθν. U+05D0c.a c.b ) καταρξει] καταξει U+05D0* (αρξ. U+05D0c.a) υδατων] + απο θαλασσης U+05D0c.a | ποταμων] pr απο U+05D0c.a διεκβολας] εως διεκβολων U+05D0c.a (postea rurs διεκβολας) 11 διαθης U+05D0* (.θηκης U+05D0c.a, c.b ) om σου 1⁰ AQ | δεσμιους] τους δεσμους AQ* (μιους Qᵃ) Γ σου 2⁰] signa v l adpinx sed rurs ras U+05D0? 12 καθησεσθε] καθησεται U+05D0* (-θησεσθε U+05D0c.a, c.b) Γ και θησονται A και θησεσθε Q* (καθησεσθε Qᵃ) οκυρωματι AQΓ)

86
[*](B) μιᾶς ἡμέρας παροικεσίας σου διπλᾶ ἀνταποδώσω σοι·

διότι ἐνέτεινά σε, Ἰούδα, ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφράιμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σειὼν ἐπὶ τὰ τέκνα τῶν Ἐλλήνων, καὶ ψηλαφήσω σε ὡς όομφαίαν μαχητοῦ·

καὶ Κύριος ἔσται ἐπʼ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς, καὶ Κύριος ΙΙαντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ.