Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ σπερῶ αὐτοὺς ἐν λαοῖς, καὶ οἱ μακρὰν μνησθήσονταί μου, ἐκθρέψουσιν τὰ τέκνα αὐτῶν καὶ ἐπιστρέψουσιν.

καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξ Ἀσσυρίων εἰσδέξομαι αὐτούς, καὶ εἰς τὴν Γαλαδῖτιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν οὐδὲ εἰς·

καὶ διελεύσονται ἐν θαλάσσῃ στενῇ, καὶ πατάξουσιν ἐν θαλάσσῃ κύματα, καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμῶν, καὶ ἀφαιρεθήσεται πᾶσα ὕβρις Ἀσσυρίων, καὶ σκῆπτρον Αἰγύπτου περιαιρεθήσεται.

καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατακαυχήσονται, λέγει Κύριος.

Διάνοιξον ὁ Λἵβανος τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου·

ὀλολυξάτω πίτυς, διότι πέπτωκεν κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν· ὀλολύξατε, δρύες τῆς Βασανείτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπάώρηκεν ἡ μεγαλοσύνη αὐτῶν·

φωνὴ ρυομένων λεόντων, ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ Ἰορδάνου.

τάδε λέγει Κύριος Παντοκράτωρ Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς,

ἄ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἕλεγον Εὺλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν· καὶ οἱ ποιμένες οὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπʼ αὐτοῖς.

διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς ¶ κατοικοῦντας τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι [*](¶ Γ) τοὺς ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ [*](6 ηγαπηκα AQΓ εσονται] εσται AQΓ απεστρεψαμην] απεστρεψα U+05D0c.a c.b | U+05D0ΑQΓ αυτοις] αυτους U+05D0¹ 7 Εφοεμ U+05D0 | και 2⁰] αι U+05D0* (και U+05D0c.a a, c.b) οψονται] οψεται AQΓ ευφρανθησεται AQΓ ᵛⁱᵈ χαρειται] χαρησεται U+05D0c.b χαρισεται Γ |η καρδια ουτων] αυτω η καρδια A ουτων η κ. A¹ Γ 8 αυτοις] αυτους διοτι λυτρωσομαι αυτους A εισδεξομαι] εις δοξαν U+05D0* vid om διοτι λυτρ. αυτους A 9 λαοις] αλληλοις A εκθρεψουσιν (-σι Qa)] pr και A επι- στρεψουσι Qᵃ 11 ξηρανθησονται A υβρις] pr η Q σκηπτον U+05D0* (τρον U+05D0c.ᵃ) 12 κατεσχυσω U+05D0* (κατεισχ. U+05D0c.a κατʼισχ. U+05D0c.b) XI 1 12 πιτους U+05D0* πεπτωκε Qᵃ Βασανιτιδος U+05D0AQ 3 μεγαλωσυνη Bᵇ U+05D0c.a AQΓ | ορυομενων U+05D0 | τεταλαιπωρηκε (20) Qᵃ 5 μετεμελλοντο T¹ᵛⁱᵈ πολουντες Γ* (πωλ Γ1) αυτα ελεγον] α ε rescr U+05D0¹ εσπασχον B* (επ. Bᵃᵇ) 6 Κυ- ριος] + παντοκρατωρ A χειρας] χειρα A)

88
[*](B) εἰς χεῖρας βασιλέως αὐτοῦ, καὶ κατακόψουσιν τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν.

καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆςεἰς τὴν Καναανῖτιν· καὶ λήμψομαι ἐμαυτῷ δύο όάβδους, τὴν μέν μίαν ἐκάλεσα Κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα Σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατα.