Zacharias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί, καὶ βαρυνθήσεται ἡ ψυχὴ μου ἐπʼ αὐτούς, καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπʼ ἐμέ.

καὶ εἶπα Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλιπὸν ἐκλιπέτω, καὶ τὰ λοιπὰ κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ.

καὶ λήμψονται τὴν όάβδον μου τὴν καλήν, καὶ ἀπορρίψω τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς·

καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι· διότι λόγος Κυρίου ἐστίν.

καὶ ἐρῶ πρὸς αὐτοὺς Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν, δότε τὸν μισθόν μου ἤ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς.

καὶ εἶπεν Κύριος πρὸς μέ Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψομαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπου ἐδοκιμάσθη ὑπέρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χαονευτήριον.

καὶ ἀπέρριψα τὴν όάβδον τὴν δευτέραν, τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσου Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.

Καὶ εἶπευ Κύριος πρὸς μέ Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου.

βιότι ἰδοὺ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν· τὸ ἐκλιμπάνον [*](U+05D0ΑQ) [*](6 χειρας] χειρα A εξελουμαι A 7 τα προβατα της σφαγης] τα πρ. ης σηφ. U+05D0* το προβατον της σηφ. τ1ᵛⁱᵈ (τα προβατα της σηφ. U+05D0c.b) την 1⁰] γην U+05D0* c.c(vid) (την U+05D0c.a(vid)) Χαναανιτιν] Κανανειτιν U+05D0 Κανανιτιν A ληψομαι U+05D0*Q om μεν U+05D0ΑQ μιαν] μαν Q* προβατα 2⁰] + μου U+05D0c.b 8 ψυχαι] χιρες U+05D0* (χειρ. U+05D0c.ᵇ sed volt etiam ψυχαι) |αυτων] αυτω A (-τῶν A¹) επωρυοντο] επορυοντο U+05D0 9 ειπα] ειπο Q |ποι- μαινω Q* (-μανω Qᵃ) αποθνησκων A εκλειπον BᵃAQ) εκλειπετω BᵃᵇAQᵃ εκλιμπανετω Q* λοιπα] καταλοιπα AQ 10 λημψονται] λημψομαι U+05D0AQ* (ληψ. Qᵃ) απορριψω (αποριψω U+05D0Q)] + αυτην BᵃᵇU+05D0AQ 11 δια- σκεδασθησονται A Κανανεοι U+05D0 | τα φυλασσ.] om τα U+05D0* (hab U+05D0c.a) om μοι AQ om Κυριου A* (superscr A¹ εστι Qᵃ ; item 12 12 δοτε] + στησαντες AQ η απειπασθαι sup ras (seq ras 3 vet 4 lilt) Aᵃ 13 καθες] καταθες U+05D0* (τα ras et iam antes improb U+05D0?) σκεψομαι] σκεψαι U+05D0c.b AQ vid + αυτο A δοκιμιον U+05D0c.a ᵃ ᵛⁱᵈ (bostea μον) Qᵃ (-μειον Qᵃ) | εδοκιμασθην B*fort U+05D0AQ | τον οικον] om τον A 14 απεριφα U+05D0Q* ᵛⁱᵈ του διασκ.] ωστε διασκ. U+05D0c.b) (mox revoc του) κατασχεσιν] διαθηκην U+05D0c.b) AQ + μου A Ισραηλ] pr του AQ 15 σκευη ποιμενικα (ποιμαν. Q* ᵛⁱᵈ) ποιμενος απειρου] σκευος ποιμαινος απειρου ποιμαινικα A 16 ιδου] + εγω U+05D0c.b (postea ras) Q | ποιμενα] + απιρον U+05D0c.a (rurs ras) εκλιμπονον (? εκλινπ. B* )] εκλιπον U+05D0c.a a vid εκλειπον U+05D0c.b)

89
οὐ μὴ ἐπισκέψηται, καὶ τὸ ἐσκορπισμένον οὐ μὴ ζητήσῃ, καὶ τὸ [*](B) συντετριμμένον οὐ μὴ ἰάσηται, καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ, καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει.

ὢ οἱ ποιμαίνοντες τὰ μάταια καὶ καταλελοιπότες τὰ πρόβατα· μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλαὸν §τὸν δεξιὸν αὐτοῦ· ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, [*](§ Γ) καὶ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται.

Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ.

Λέγει Κύριος, ἐκτείνων οὐρανόν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ