Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν,
- καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν.
- λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ,
- καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.
- οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί,
- οἱ δὲ σύμβουλοί σου εἰς ἀπὸ χιλίων.
- εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτόν,
- καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ.
- ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ,
- καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου·
- καὶ ἔστιν φίλος μετατιθέμενος εἰς ἔχθραν,
- καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει·
- καὶ ἔστιν φίλος κοινωνὸς τραπεζῶν, [*](U+05D0ΑC)[*](12 om σοι C | εστω] εσται C | επι] εν C στοματι] pr τω U+05D0C 13 λαλλα U+05D0* (λαλια U+05D0c.ᵃ et postea) | γλωσσα] pr η C | ανθρωπου] αυτου C | αυτω] αυτου U+05D0 14 ενεδρευθης] ενεδρευε BᵃᵇU+05D0AC | ονηρα U+05D0* (πον. U+05D0¹) V 1 1 αισ- χυνην U+05D0ΑC 2 διαρπαγη] αρπαγη U+05D0 3 αφησεις σεαυτον] αφησεις αυτον U+05D0* αφησεις σε (nisi potius σφησει σε) U+05D0c.ᵃ | ξυλον] φυλλον AC | ξηρον] + σεαυτον U+05D0* (improb U+05D0c.ᵃ ) 4 εχθροις U+05D0 5 λαρυξ C | ευπροσηγοριαν C 6 εστωσαν] + σοι U+05D0* (improb σοι 2⁰ U+05D0c.ᵃ) 7 ενπιστευσης U+05D0C 9—10 om και εστιν...θλιψεως σου U+05D0* (hab U+05D0c.ᵃ) 9 εχθρον AC | μαχη C)
- καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου·
655
- καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σύ,
- καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·
- ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ,
- καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται.
- ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι,
- καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.
- φίλος πιστὸς σκέπη κραταιά·
- ὁ δὲ εὑρὼν αὐτόν, εὗρεν θησαυρόν.
- φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα,
- καὶ οὐκ ἔστιν σταθμὸς τῆς καλλονῆς αὐτοῦ.
- φίλος πιστὸς φάρμακον ζωῆς,
- καὶ οἱ φοβούμενοι Κύριον εὑρήσουσιν αὐτόν.
- ὁ φοβούμενος Κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ,
- ὅτι κατʼ αὐτὸν οὕτως καὶ ὁ πλησίον αὐτοῦ.
- Τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδίαν,
- καὶ ἕως πο λιῶν εὑρ ήσεις σος φίαν·
- ὡς ὁ ἀροτριῶν καὶ ὁ σπείρφφν πρόσελθε αὐτῇ,
- καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς·
- (20)ἐν γὰρ τῇ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις,
- καὶ ταχὺ φάγεσαι τῶν γενημάτων αὐτῆς.
- ὡς ταχεῖά ἐστιν σφόδρα τοῖς ἀπαιδεύτοις,
- καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος·