Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου, πορεύεσθαι
  2. ἐν ἐπιθυμίαις καρδίας σου·
  1. καὶ μὴ εἴπῃς Τίς με δυναστεύσει;
  2. ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σε.
  1. μὴ εἴπῃς Ἥμαρτον, καὶ τί μοι ἐγένετο ;
  2. ὁ γὰρ κύριός ἐστιν μακρόθυμος.
  1. περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου.
  2. προσθεῖναι ἁμαρτίαν ἐφʼ ἁμαρτίαις·
  1. καὶ μὴ εἴπῃς Ο οἰκτειρμὸς αὐτοῦ πολύς,
  2. τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται·
  3. (7)ἔλεος γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ,
  4. καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ·
  1. μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον,
  2. καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας·
  3. (9)ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου.
  4. καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
  1. μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις·
  2. οὐδὲν γὰρ ὠφελήσεις ἐν ἡμέρᾳ ἐπαγωγῆς
  1. μὴ λίκμα ἐν παντὶ ἀνέμῳ,
  2. καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ·
  3. οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
  1. ἵσθι ἐστηριγμένος ἐν συνέσει σου,
  2. καὶ εἷς ἔστω σου ὁ λόγος.
  1. γίνου ταχὺς ἐν ἀκροάσει σου,
  2. καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν.
[*](31 μη] pr και φ U+05D0* (improb και φ U+05D0¹) V 2 3 om μη εξακολουθει.. U+05D0ΑC δυναστευσει U+05D0* hab μη εξακ. τη ψυχη σου [5] τη ισχυι σου πορευεσθαι (hucusque sup ras) εν επιθυμια καρδια (sic) σου μη επης (sic) τις με δυνα- στευσει· U+05D0c.ᵃ ⁽ᵛⁱᵈ) | om πορευεσθαι εν επιθ. καρδιας σου AC | καρδιαις B* 3 om μη C | om σε U+05D0Α 4 om και C | om ο γαρ κυριος εστιν μακρο- θυμος C 6 οικτιρμος BᵇU+05D0A | αυτου 2⁰] αυτω U+05D0ΑC | καταπαυσεται (-σει U+05D0c.ᵃ ) 7 προς] επι U+05D0 | οργη] pr η U+05D0 | Κυριου] αυτου U+05D0* κυ κ ως μελισσαι εκτριβησῃ U+05D0c.ᵃ | εν καιρω] εν τω κ. U+05D0* (om τω U+05D0c.ᵃ) εξελουσα C U+05D0 ωφελησει U+05D0*A σε U+05D0c.ᵃ A 9 λιγμα C | om και C 10 om σου 1° Cfort | εις] εισθι U+05D0* (εις U+05D0c.ᵃ))
654
[*](B)
  1. εἰ ἔστιν σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον·
  2. εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ στόματί σου.
  1. δόξα καὶ ἀτιμία ἐν λαλιᾷ,
  2. καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.
  1. μὴ κληθῇς ψίθυρος,
  2. καὶ τῇ γλώσσῃ σου μὴ ἐνεδρευθῇς·
  3. (17)ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη,
  4. καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου.
  1. ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει,
  1. καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός·
  2. ὄνομα γὰρ πονηρὸν αἰσχύνη, καὶ ὄνειδος κληρονομήσει·
  3. οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
  1. μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου,
  2. ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·
  1. τὰ φύλλα σου καταφάγεσαι
  2. καὶ τοὺς καρποὺς σου ἀπολέσεις,
  3. καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν.