Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπʼ αὐτῷ,
  2. καὶ οὐ χρονιεῖ ἀπορῖψαι αὐτήν.
  1. σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν,
  2. καὶ οὐ πολλοῖς ἐστιν φανερά.
  1. ἄκουσον, τέκνον, καὶ δέξαι γνώμην μου,
  2. καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου·
  1. καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς,
  2. καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου·
[*](11 οικεταις U+05D0* (.τας U+05D0c.a) 12 ταπεινωθης εσται] ταπινωθησεται C U+05D0AC ευρε C 15 εστινταθμος A | om αυτου C 16 Κυριον] pr τον U+05D0C οι πλησιον U+05D0* (ras ι 1⁰ U+05D0?) 18 om σου U+05D0 | παιδειαν BᵃᵇA | σοφιαν] χοριν U+05D0 19 ο αροτοιων] om ο U+05D0 | ο σπειρων] om ο U+05D0* (hab ο U+05D0c.a) pr ως AC 20 ταχεια] τραχεια ΒcU+05D0ΑΨ 21 ισχυρος] ισχθς U+05D0* ισχυος (sic) U+05D0c.a | εσται] εστιν U+05D0c.a | αμοριψαι Β? (-σειψ. B*)] απορριχει ΡΑ εστι (2⁰) C 23 δεξαι] εκδεξαι HA | γνώμην] pr τήν U+05D0AC 24 om καί 1⁰ B | εἰσενέγκοι A)
656
[*](B)
  1. ὑπόθες τὸν ὖμόν σου καὶ βάσταξον αὐτήν,
  2. καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς·
  1. ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ,
  2. καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.
  1. ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι,
  2. καὶ ἐγκρατὴς γενόμενος μὴ ἀρῇς αὐτήν·
  1. ἐπ᾿ ἐσχάτων γὰρ εὑρήκεις τὴν ἀνάπαυσιν αὐτῆς,
  2. καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην·
  1. καὶ ἔσονταί σοι αἱ πέδαι εἰς σκέπην ἰσχύος,
  2. καὶ οἱ κλάδοι αὐτῆς εἰς στολὴν δόξης.
  1. κόσμος γὰρ χρύσεός ἐστιν ἐπʼ αὐτῆς,
  2. καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·
  1. στολὴν δόξης ἐνδύσῃ αὐτήν,
  2. καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.
  1. ἐὸν θέλῃς, τέκνον, παιδευθήσῃ,
  2. καὶ ἐὰν δῷς τὴν ψυχὴν σου, πανοῦργος ἔσῃ·
  1. ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ,
  2. καὶ ἐὰν κλίνῃς τὸ οὖς σου, σοφὸς ἔσῃ.
  1. ἐν πλήθει πρεσβυτέρων στῆθι
  2. καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.
  1. πᾶσαν διήγησιν θείαν θέλε ἀκούειν,
  2. καὶ παροιμίαι συνέσεως μὴ ἐκφευγέτωσάν σε.
  1. ἐὰν ἴδῃς συνετόν, ὄρθριζε πρὸς αὐτόν,
  2. καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.
  1. διανοοῦ ἐν τοῖς προστάγμασιν Κυρίου,
  2. καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ μελέτα διὰ παντός·
  3. αὐτὸς στηριεῖ τὴν καρδίαν σου,
  4. καὶ ἡ ἐπιθυμία τῆς σοφίας σου δοθήσεταί σοι.