Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἐξομολογήσομαί σοι, Κύριε βασιλεῦ,
  2. καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου,
  3. (²)ἐξομολογοῦμαι τῷ ὀνόματί σου·
  1. ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι,
  2. (³)καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλίας
  3. καὶ ἐκ παγίδος διαβολῆς γλώσσης,
  4. ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος,
  5. καὶ ἔναντι τῶν παρεστηκότων
  1. ἐγένου βοηθός, ³καὶ ἐλυτρώσω με
  2. κατὰ τὸ πλῆθος ἐλέου καὶ ὀνόματός σου
  3. ἐκ βρυγμῶν ἕτοιμος εἰς βρῶμα,
  4. (⁵)ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου.
  5. ἐκ πλειόνων θλίψεων ὧν ἔσχον,
  1. ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν
  2. καὶ ἐκ μέσου πυρὸς οὗ οὐκ ἐξέκαυσα,
  1. ἐκ βάθους κοιλίας ἅδου,
  2. καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς.
  1. βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου·
  2. (⁸)ᾔνεσεν ἕως θανάτου ἡ ψυχὴ μου.
  3. (9)καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾄδου κάτω·
  1. περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν,
  2. [*](U+05D0A)[*](27 Σειρακ U+05D0 Σιραχ A | Ιεροσολυμειτης B* U+05D0c.a (μιτης BᵇA)] ιερευς ο Σολυ- μειτης U+05D0* | σοφιας U+05D0* (-φιαν U+05D0c.ᵃ) 28 θεις] pr ο U+05D0* (om ο U+05D0c.ᵃ) 29 αυ· τα] ταυτα A | ισχυσει]| ισχυει U+05D0 (ισχυι) Avid LI (tit) post προσευχη incep υ B* (improb υ Bᵃᵇ) | Σιραχ A 1 εξομολογησομαι] εξομολογουμαι A | om σε A 2 απωλειας Bᵃᵇ A | διαβολης] διαβουλης A 3 ελεου (-ους BᵃᵇU+05D0A)] + σου U+05D0c.ᵃ | ετοιμον A | εκ χειρος] pr και U+05D0 4 κυκλοθεν] κλοθεν A* (κυκλ. Aᵃ?) | εκ μεσου] ε 1⁰ sup ras B? εν μεσω U+05D0 | ου] σου U+05D0* (ου U+05D0c.ᵃ) 5 εκ βαθους κοι, πο γλω perier in A | βαθου B* (βαθους Bᵃᵇ) 6 διαβολης U+05D0Α | ηνεσεν] ηγγισεν U+05D0Α | κατω] κατωτατου U+05D0c.a)
    753
  3. ἐμβλέπων εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν.
[*](B)
  1. καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε,
  2. καὶ τῆς ἐργασίας σου τῆς ἀπʼ αἰῶνος,
  3. ⁽¹²)ὅτι ἐξελῇ τοὺς ὑπομένοντάς σε
  4. καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐθνῶν.
  1. καὶ ἀνύψωσα ἐπὶ γῆν ἱκετίαν μου,
  2. καὶ ὑπέρ θανάτου ῥύσεως ἐδεήθην