Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπεκαλεσάμην Κύριον πατέρα κυρίου μου,
  2. μὴ με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως,
  3. ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας.
  1. αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς,
  2. καὶ ὑμνήσω ἐν ἐξομολογήσει
  3. καὶ εἰσηκούσθη ἡ δέησίς μου.
  1. ἔσωσας γάρ με ἐξ ἀπωλείας,
  2. καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ·
  3. (17)διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σοι,
  4. καὶ εὐλογήσω τῷ ὀνόματι Κυρίου.
  1. Ἔτι ὢν νεώτερος πρὶν ἢ πλατηθῆναί με,
  2. ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου·
  1. ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς,
  2. καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν.
  1. ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς
  2. (20)εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ·
  3. ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι,
  4. ἐκ νεότητός μου ἴχνευον αὐτήν.
  1. ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην.
  2. καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαο·
  1. προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ·
  2. (23)τῷ διδόντι μοι σοφίαν δώσω δόξαν.
  1. διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτήν,
  2. καὶ ἐζήλωσα τὸ ἀγαθόν, καὶ οὐ μὴ αἰσχυνθῶ.