Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- καὶ ἐδευτέρωσεν ἐν προσκυνήσει ἐπιδείξασθαι τὴν εὐλογίαν
- παρὰ Ὑψίστου.
- καὶ νῦν εὐλογήσατε τῷ θεῷ πάντες
- τῷ μεγαλοποιοῦντι πάντη,
- τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας.
- καὶ ποιοῦντα μεθʼ ἡμῶν κατὰ τὸ ἔλεος αὐτοῦ·
- δῴη ὑμῖν εὐφροσύνην καρδίας,
- καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν
- ἐν Ἰσραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος,
- ἐνπιστεῦσαι μεθʼ ἡμῶν τὸ ἔλεος αὐτοῦ,
- καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ λυτρωσάσθω ἡμᾶς.
- ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου,
- καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος·
- οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, Φυλιστιείμ,
- καὶ ὁ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις.
- Παιδείαν συνέσεως καὶ ἐπιστήμης [*](17 τω κυριω] τω θω U+05D0c.a om τω A | αυτων] εαυτων om A | τω υψιστω] U+05D0A om τω U+05D0c.ᵃA 18 ψαλμωδοι]| ψαλτωδοι A | οικω] ηχω U+05D0c.a | εγλυκανθη] εμελυνθη U+05D0* εμεγαλυνθη U+05D0c.aA 19 ο λαος] om ο B* (hab ο U+05D0c.ᵃ) | συνε- τελεσθη U+05D0¹ | κοσμος] pr ο U+05D0 | ετελειωσαν] ελιτουργησαν U+05D0* (ετελιωσαν U+05D0c.a) 20 om καταβας A | χειρα A | om πασαν A | υιω A | Κυριω] κυ U+05D0 | καυχα- σθαι]| καυχησασθαι U+05D0A 21 εν] επι A | προσκυνησει] + κυ U+05D0c.a 22 παντες] παντων U+05D0Α | μεγαλοποιουντι] μεγαλα ποιουντι U+05D0A 23 υμιν] ημιν U+05D0 | καρδιαν U+05D0* (.διας U+05D0c.ᵃ) | ημων] pr νεων U+05D0* (om νεων U+05D0c.a) | Ισραηλ] pr τω U+05D0c.a | του αιωνος] του αιω sup ras B1 fort 24 εμπιστευσαι BᵇA 26 Σαμαριας U+05D0A | Φυλιστιειμ| pr και A | ο λαος] om ο | μωρος]| pr ο U+05D0A 27 παιδιαν U+05D0A)
- ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ,
- Ἰησοῦς υἱὸς Σειρὰχ Ἐλεαζὰρ ὁ Ἰεροσολυμείτης.
- ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτοῦ.
752
[*](Β)- μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται,
- καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτοῦ σοφισθήσεται·
- ἐὰν γὰρ αὐτὰ ποιήσῃ, πρὸς πάντα ἰσχύσει·
- ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ.
- (¹)Προσευχὴ Ἰησοῦ υἱοῦ Σειράχ·