Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρῶν ἱερέων,
  2. καὶ αὐτὸς ἑστὼς παρʼ ἐσχάρᾳ βωμοῦ,
  3. κυκλόθεν αὐτὸς στέφανος ἀδελφῶν
  4. ὡς βλάστημα κέδρου ἐν τῷ Λιβάνῳ,
  5. ⁽¹⁴)καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων·
  1. καὶ πάντες οἱ υἱοὶ Ἀαρὼν ἐν δόξῃ αὐτῶν,
  2. ⁽¹⁵)καὶ προσφορὰ Κυρίου ἐν χερσὶν αὐτῶν
  3. ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ
  1. καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμῶν,
  2. κοσμῆσαι προσφορὰν Ὑψίστου Παντοκράτορος,
  1. ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρα αὐτοῦ,
  2. καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς,
  3. (17) ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου
  4. ὀσμὴν εὐωδίας Ὑψίστῳ Πανβασιλεῖ.
  1. τότε ἀνέκραγον υἱοὶ Ἀαρών,
  2. ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν,
  3. ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην
  4. εἰς μνημόσυνον ἔναντι Ὑψίστου·
  1. τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσεν,
  2. καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν
  3. [*](U+05D0Α)[*](8 om ως 1⁰ B*(hab Bᵃᵇ ᵐᵍ sinistr) | ως 2⁰] ωσει U+05D0A | εξοδω U+05D0A 9 πυρειου, U+05D0 | ολοφυρητον U+05D0* (ολοσφ.U+05D0c.ᵃ) 9—10 κεκοσμημενον...καρπους] ως ελαια... καρπους κεκοσμημενω (sic)...πολυτελει U+05D0 11 αναλαμβανειν] αναβαλλιν U+05D0* (αναλαμβανιν U+05D0¹) | καυχηματος] καυματος A 12 ιερεων] ορεων U+05D0* (ιερ. U+05D0c.ᵃ) | εστως] εστηκως A | εσχαρας U+05D0* (ς ras U+05D0?) | αυτος 2⁰] αυτου A | κεδρων U+05D0A 13 οι υιοι] om οι U+05D0 | δοξη] pr τη U+05D0 | αυτων 1⁰] αυτου U+05D0* (.των U+05D01) 15 σπονδιου A | οσμην] pr σωτηριου U+05D0c.ᵃ | παμβασιλει BᵇA 16 υιοι] pr οι A 17 κατεσπευσαν Bᵃᵇ U+05D0A)
    751
  4. προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν
  5. [*](B)
  6. Παντοκράτορι θεῷ τῷ ὑψίστῳ·
  1. καὶ ᾔνεσαν οἱ ψαλμῳδοὶ ἐν φωναῖς αὐτῶν,
  2. ἐν πλείστῳ οἴκῳ ἐγλυκάνθη μέλος·
  1. καὶ ἐδεήθη ὁ λαὸς Κυρίου Ὑψίστου
  2. ἐν προσευχῇ κατέναντι Ἐλεήμονος,
  3. ἕως συντελεσθῇ κόσμος Κυρίου
  4. καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν.
  1. τότε καταβὰς ἐπῆρεν χεῖρας αὐτοῦ
  2. ἐπὶ πᾶσαν ἐκκλησίαν υἱῶν Ἰσραήλ,
  3. δοῦναι εὐλογίαν Κυρίῳ ἐκ χειλέων αὐτοῦ
  4. καὶ ἐν ὀνόματι αὐτοῦ καυχᾶσθαι·