Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐὰν ἐμπιστεύσῃς, κατακληρονομήσεις αὐτήν,
- καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ·
- ὅτι διεστραμμένως πορεύεται μετʼ αὐτοῦ ἐν πρώτοις, [*](5 δεομενου] προσδεομενου U+05D0* (improb προσ U+05D0c.ᵃ) | καταρασασθαι] σ 2⁰ sup U+05D0AC ras B¹?vid 6 επακουσεται] εισακουσεται U+05D0C 7 συναγωγη] pr εν C | μεγιστανι] πρεσβυτερω U+05D0 c.ᵃ 8 ante εν 2 litt ras C? 9 κρινειν] κρνε- σθαι U+05D0 11 εαυτη] αυτης U+05D0AC 12 ορθιζοντες C* (ορθρ. Cᵃ) 13 ευ- λογησει] ευλογει U+05D0AC 14 λειτουργησουσιν] ειτουργησουσ sup ras ut vid C¹ | ο κυριος] om ο U+05D0C 15 υπακουων] εισακουων U+05D0 | προσελθων] προσ- εχων U+05D0ΑC 16 εμπιστευση BᵇU+05D0 σε AC (ενπ.) | κατακληρονομησει U+05D0AC αυτου] αυτης U+05D0* (-του U+05D0a.c) 17 δαστραμμενης C | πορευσεται U+05D0c.ᵃACᵛⁱᵈ (πορευεσται))
- (19)φόβον δὲ καὶ δειλίαν ἐπάξει ἐπʼ αὐτόν,
- καὶ βασανίσει αὐτὸν ἐν παιδίᾳ αὐτῆς,
- ἕως οὗ ἐνπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ·
- καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς·
652
[*](B)- καὶ πάλιν ἐπανήξει κατʼ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ
- αὐτόν,
- (21)καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.
- ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτόν,
- καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.
- Συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ,
- (²⁴)καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς·
- ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
- καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
- μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου,
- (27)καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
- μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας·
- ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία,
- καὶ παιδεία ἐν ῥήματι γλώσσης.
- μὴ ἀντίλεγε τῆ ἀληθεία,
- καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπητι·
- μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφʼ ἁμαρτίαις σου,
- (32)καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ.
- καὶ μὴ ὑποστρώσῃς σεαυτὸν ἀνθρώπῳ μωρῷ,
- καὶ μὴ λάβῃς πρόσωπον δυνάστου.
- ἕως τοῦ θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας,
- καὶ Κύριος ὁ θεὸς πολεμήσει ὑπέρ σοῦ.
- μὴ γίνου τραχὺς ἐν γλώσσῃ σου,
- καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.
- μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου,
- καὶ φαντασιοκοπῶυ ἐν τοῖς οἰκέταις σου.
653
- μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν,
- καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.
- μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου,
- καὶ μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν.