Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις,
  2. χρυσοῖς κώδωσιν πλείστοις κυκλόθεν,
  3. (¹¹)ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ,
  4. ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ,
  5. [*](U+05D0A)[*](23 διεστειλεν] διεστησεν A XLV 1 υπο] απο U+05D0 | Μωσην U+05D0A 2 δοξη] pr εν U+05D0Α 4 πραοτητι A | αυτου] αυτον A | ηγιασεν] + αυτον U+05D0 5 om αυτου 2⁰ U+05D0 6 Αρων A* (Ααρ. Aᵃ?) | υψωσεν] ανυψωσεν U+05D0 | Λευι A 9 om και U+05D0 | κωδεσιν U+05D0* (-δωσιν U+05D0c.ᵃ))
    739
  6. εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ·
[*](B)
  1. στολῇ ἁγίᾳ. χρυσῷ καὶ ὑακίνθῳ
  2. καὶ πορφύρᾳ, ἔργων ποικιλτοῦ,
  3. λογίῳ κρίσεως, δήλοις ἀληθείας,
  1. κεκλωσμένῃ κόκκῳ, ἔργῳ τεχνίτου,
  2. λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος,
  3. ἐν δέσει χρυσίου, ἔργων λιθουργοῦ,
  4. εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ
  5. κατʼ ἀριθμὸν φυλῶν Ἰσραήλ·
  1. στέφανον χρυσοῦν ἐπάνω κιδάρεως,
  2. ἐκτύπωμα σφραγῖδος ἁγιάσματος,
  3. καύχημα τιμῆς, ἔργον ἰσχύος,
  4. ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα.
  1. ὡραῖα ¹³πρὸ αὐτοῦ οὐ γέγονεν τοιαῦτα,
  2. ἕως αἰῶνος (16)οὐκ ἐνεδύσατο ἀλλογενὴς
  3. πλὴν τῶν υἱῶν αὐτοῦ μόνον,
  4. καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός.
  1. θυσίαν αὐτοῦ ὁλοκαρπωθήσονται
  2. καθʼ ἡμέραν ἐνδελεχῶς δίς.