Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπλήρωσεν Μωυσῆς τὰς χεῖρας
  2. καὶ ἔχρισεν αὐτὸν ἐν ἐλαίῳ ἁγίῳ·
  3. (¹9)ἐγενήθη αὐτῷ εἰς διαθήκην αἰώνιον,
  4. καὶ ἐν τῷ σπέρματι αὐτοῦ ἐν ἡμέραις οὐρανοῦ,
  5. λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν,
  6. καὶ εὐλογεῖν τὸν λαὸν αὐτοῦ ἐν τῷ ὀνόματι.
  1. ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος,
  2. προσαγαγεῖν κάρπωσιν Κυρίῳ,
  3. θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον,
  4. ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ σου.
  1. ἔδωκεν αὐτὸν ἐν ἐντολαῖς αὐτοῦ,
  2. ἐξουσίαν ἐν διαθήκαις κριμάτων,
  3. [*](10 στολη] στηλη U+05D0 | εργω A | λογιω] λογοι U+05D0 | αληθιας U+05D0 11 πολυ- U+05D0Α τελεσι A | εν δεσει] ειδεσι U+05D0* (εν δ. U+05D0c.ᵃ) | εργων] εργω U+05D0Α | μνημοσυνη U+05D0* | (-νον U+05D0¹) | κατ] κατα U+05D0 | φυλων] φυλασσων U+05D0* (-λων U+05D0c.ᵃ) 13 om ου U+05D0* (hab U+05D0c.ᵃ) | εως] pr κ U+05D0c.a | ενεδυσατο] + αυτα U+05D0c.ᵃ 14 θυσιαι U+05D0A | αυτου] αυτων U+05D0 15 Μωσης A | χειρας] +αυτου U+05D0c.ᵃ | αιωνιον] αιωνος U+05D0 | om εν 2⁰ U+05D0A | ονοματι] + αυτου U+05D0c.a 16 εξελεξαντο U+05D0* (-ξατο U+05D0c.ᵇ) | καρπω- σιν] καρπωμα U+05D0 | ευωδια A | om σου U+05D0* (hab U+05D0c. ᵇ) 17 αυτον] αυτω | U+05D0A | εν εντολαις] εντολας U+05D0 εν ταις εντ. A)
    740
    [*](Β)
  4. διδάξαι τὸν Ἰακὼβ τὰ μαρτύρια,
  5. καὶ ἐν νόμῳ αὐτοῦ φονῆσαι Ἰσραήλ.
  1. ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι
  2. καὶ ἐζήλωσαν αὐτὸν ἐν τῆ ἐρήμῳ,
  3. ἄνδρες οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν
  4. καὶ ἡ συναγωγὴ Κόρε ἐν θυμῷ καὶ ὀργῇ·
  1. εἶδεν Κύριος καὶ οὐκ εὐδόκησεν,
  2. καὶ συνετελέσθησαυ ἐν θυμῷ ὀργῆς·
  3. (24)ἐποίησεν αὐτοῖς τέρατα,
  4. καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτοῦ,
  1. καὶ προσέθηκεν Ἀαρὼν δόξαν,
  2. καὶ ἔδωκεν αὐτῷ κληρονομίαν·
  3. ἀπαρχὰς πρωτογενημάτων ἐμέρισεν αὐτοῖς,
  4. (²⁶)ἄρτον πρώτοις ἡτοίμασεν πλησμονήν·