Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν,
  2. (³)ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων·
  3. ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ,
  4. καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·
  1. ἐν πίστει καὶ πρᾳύτητι αὐτοῦ ἡγίασεν,
  2. ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·
  1. ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ,
  2. καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον,
  3. (⁶)καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς,
  4. νόμον ζωῆς καὶ ἐπιστήμης,
  5. διδάξαι τὸν Ἰακὼβ διαθήκην
  6. καὶ κρίματα αὐτοῦ τὸν Ἰσραήλ.
  1. Ἀαρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ
  2. ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευεί
  1. ἔστησεν αὐτὸν διαθήκην αἰῶνος,
  2. καὶ ἔδωκεν αὐτῷ ἱερατίαν λαοῦ·
  3. ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ,
  4. (9)καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης·
  1. ἐνέδυσεν αὐτὸν συντέλειαν καυχήματος,
  2. καὶ ἐστερέαωσεν αὐτὸν σκεύεσιν ἰσχύος,
  3. (¹⁰)περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα·