Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- καὶ γὰρ θυσίας Κυρίου φάγονται,
- ἃς ἔδωκεν αὐτῷ τε καὶ τῷ σπέρματι αὐτοῦ.
- πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει,
- καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ,
- αὐτὸς γὰρ μερίς σου, κληρονομία.
- καὶ Φινεὲς υἱὸς Ἐλεαζὰρ τρίτος εἰς δόξαν,
- ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου
- (⁽29)καὶ στῆσαι αὑτὸν ἐν τροπῇ λαοῦ
- ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ·
- καὶ ἐξιλάσατο περὶ τοῦ Ἰσραήλ.
- διὰ τοῦτο ἐστάθη αὐτῷ διαθήκη εἰρήνης,
- προστάτην ἀγίων καὶ λαῷ αὐτοῦ, [*](§ C)
- §ἵνα αὐτῷ ᾖ καὶ τῷ σπέρματι αὐτοῦ
- ἱερωσύνης μεγαλεῖον εἰς τοὺς αἰῶνας.
- καὶ διαθήκην τῷ Δαυεὶδ υἱῷ ἐκ φυλῆς Ἰούδα,
- κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου,
- κληρονομία Ἀαρὼν καὶ τῷ σπέρματι αὐτοῦ.
741
- δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν, [*](B)
- κρίνειν τὸν λαὸν αὐτοῦ ἐν δικαιοσύνῃ,
- ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν,
- καὶ τὴν δόξαν αὐτῶν εἰς γενεὰς αὐτῶν.