Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων
- Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·
- ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων,
- καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν·
- ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν,
- (³)ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων·
- ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ,
- καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·