Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ
- ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ,
- πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς,
- ⁽2³)καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ,
- καὶ κατακληρονομῆσαι αὐτοὺς
- ἀπὸ θαλάσσης ἕως θαλάσσης
- καὶ ἀπὸ ποταμοῦ ἕως ἄκροσ γῆς.
- καὶ ἐν τῷ Ἰσαὰκ ἔστησεν οὕτως
- δι᾿ Ἀβραὰμ τὸν πατέρα αὐτοῦ
- ⁽²5)εὺλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην,
- καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν Ἰακώβ·
- ⁽26)ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ,
- καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ· [*](14 τὸ σωμα] τα σωματα U+05D0A 15 επαινον] + αυτων A | εξαγγελει A U+05D0A 17 εγενετο 1⁰] εγενοντο U+05D0* (-νετο U+05D0c. ᵃ) | om δια τουτο (1⁰)...τη γη U+05D0* (hab U+05D0c.ᵃ) | εγενηθη] εγενετο U+05D0 | καταλιμμα (-λειμμα Bᵇ)] καταλιμ sup ras Bᵃ κα sup ras Aᵃ | δια τουτο (2⁰)] οτε U+05D0c.ᵃA | κατακλυσμος] pr ο A 18 om κατακλυσμω A 19 Αβραμ A | ομοιος] + αυτω A | τη δοξη] om τη U+05D0c. ᵃ |20 om και 2⁰ A | εστησεν] εζητησεν U+05D0 21 τω σπερματι] om τω U+05D0A | om πληθυναι...σπερμα αυτου U+05D0* hab sup ras U+05D0c.c (vid) ᵐᵍ | ανυψωσαι το] αι το sub ras Bᵃᵇ | γης 2⁰] pr της U+05D0A 22 Ισακ B*U+05D0* (Ισαακ Bᵃᵇ U+05D0c.ᵃ) | δι] δια A 23 αυτου 1⁰)pr υψιστου U+05D0* (om U+05D0¹))
- καὶ διέστειλεν μερίδας αὐτοῦ,
- ἐν φυλαῖς ἐμέρισεν δέκα δύο·
- (⁽27)καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους,
- εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός,
738
[*](Β)