Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐν πίστει καὶ πρᾳύτητι αὐτοῦ ἡγίασεν,
- ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός·
- ἠκούτισεν αὐτὸν τῆς φωνῆς αὐτοῦ,
- καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον,
- (⁶)καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς,
- νόμον ζωῆς καὶ ἐπιστήμης,
- διδάξαι τὸν Ἰακὼβ διαθήκην
- καὶ κρίματα αὐτοῦ τὸν Ἰσραήλ.
- Ἀαρὼν ὕψωσεν ἅγιον ὅμοιον αὐτῷ
- ἀδελφὸν αὐτοῦ ἐκ φυλῆς Λευεί