Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν,
  2. αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει.
  3. [*](21 εκοσμησε C | και εως] ως U+05D0 ος AC | ηλασσωθη U+05D0A | και ου] ουδε U+05D0* U+05D0AC (ӄ ου U+05D0c.a) | συμβουλου] pr ανδρος U+05D0* (om U+05D0c.a) 22 ως σπινθηρος] εως σπινθ. U+05D0C (εωσπ.) | om εστιν U+05D0 | θεωρησαι] επιθεωρησαι U+05D0 24 εκλιπον] εκλειπον Bᵃᵇvid Cᵛⁱᵈ ενλειπον U+05D0 ελλιπον A XLIII 1 καθαριοτητος] και καθαριοτης U+05D0 | ουρανου] ανου U+05D0* (ουνου U+05D0 c.a) 2 διαγγελλων] αγγελλων U+05D0c.a διαγγελων A 4 φυλασσων] φυσων U+05D0c.a A | τριπλασιων A | εμφυσων] εκφυσων U+05D0AC 5 Κυριος] pr ο A | αυτον] αυτους U+05D0* (-τον U+05D0c.a) | κατε- σπευσεν] κατεπαυσεν U+05D0c.a | ποριαν U+05D0C 7 συντελειας] συντελεια αιωνος U+05D0* συντελεια U+05D0¹ A συντελειαις (sic) U+05D0c.a 8 αυξανομενος U+05D0AC | θαυμαστος U+05D0)
    734
    [*](B)
  4. (9)σκεῦος παραβολῶν ἐν ὕψει,
  5. ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων·
  1. κάλλος οὐρανοῦ, δόξα ἄστρων,
  2. κόσμος φωτίζων, ἐν ὑψίστοις Κύριος·
  1. ἐν λόγοις ἁγίοις στήσονται κατὰ κρίμα,
  2. καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.
  1. ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό,
  2. σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ·
  1. ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης,
  2. χεῖρες Ὑψίστου ἐτάνυσαν αὐτό.
  1. προστάγματι αὐτοῦ κατέπαυσεν χιόνα,
  2. καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ·
  1. διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί,
  2. καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά·
  1. ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας,
  2. καὶ διεθρύβησαν λίθοι χαλάζης.
  1. καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη,
  2. ἐν θελήματι πνεύσεται νότος.
  1. φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν,
  2. καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος.
  3. (19)ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα,
  4. καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς·
  1. κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός,
  2. καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.
  1. καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει,
  2. καὶ παγεῑσα γίνεται σκολόπων ἄκρα.
  1. ψυχρὸς ἄνεμος βορέης πνεύσει,
  2. καὶ παγήσεται κρύσταλλος ἀφʼ ὕδατος·
  3. ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει,
  4. καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.