Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα,
- οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.
733
- τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν· [*](Β)
- καὶ ἕως ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα,
- (22)οὔτε προσετέθη οὔτε ἠλαττώθη,
- καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.
- ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά,
- καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι.
- πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα
- ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·
- πάντα δισσὰ ἕν κατέναντι τοῦ ἑνός,
- καὶ οὐκ ἐποίησεν οὐδέν ἐκλιπόν·
- ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά,
- καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;
- γαυρίαμα ὕψους στερέωμα καθαριότητος,
- εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.
- ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ,
- σκεῦος θαυμαστόν, ἔργον Ὑψίστου·
- ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν.
- καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;
- κάμινον φυλάσσων ἐν ἔργοις καύματος,
- (4)τριπλασίως ἥλιος ἐκκαίων ὄρη·
- ἀτμίδας πυρώδεις ἐμφυσῶν,
- καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.
- μέγας Κύριος ὁ ποιήσας αὐτόν,
- καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν·
- καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς,
- ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος·
- ἀπὸ σελήνης σημεῖον ἑορτῆς,
- φωστὴρ μειούμενος ἐπὶ συντελείας·