Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει,
  2. [*](U+05D0AC)[*](8 παραβολων] παρεμβολων U+05D0AC 9 αστερων U+05D0 | Κυριος] κυ U+05D0c.a AC 10 αγιου U+05D0AC 11 αυτο] αυτον AC 12 αυτο] αυτον C 13 κατεπαυσεν B*ᵛⁱᵈU+05D0] κατεσπευσεν Bᵃᵇ (εσπευ sup ras) AC 15 νεφελαις A | χαλα- ζης] post ζ ras 1 lit Aᵃ 16 οπτασια U+05D0AC | σαλευθησεται] σαλευθησονται U+05D0A σαλευονται C | εν 2⁰] pr και AC | θεληματι] + αυτου U+05D0AC 17 ωνει- δισεν] ωδινησεν A | γην] γη A | κατιπταμενα B 18 αυτης 2⁰] αυτο inceb U+05D0* (-της U+05D01c.a 19 παχνη U+05D0* (-χνην U+05D0c.a) 20 βορεας U+05D0AC | αφ υδατος] εφ υδατος U+05D0Α φυδατος (sic) C | επι] pr και C | εκδυσεται U+05D0)
    735
  3. καὶ ἀποσβέσει χλόην ὡς πῦρ.
[*](B)
  1. ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη,
  2. δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
  1. λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον,
  2. καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς.
  1. οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς,
  2. καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·
  1. καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα,
  2. ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.
  1. δι᾿ αὐτὸν εὐωδία τέλος αὐτοῦ,
  2. καὶ ἐν λόγῳ αὐτοῦ σύνκειται πάντα.
  1. πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα,¶
  2. [*](¶C)
  3. καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός.
  1. δοξάζοντες ποῦ ἰσχύσωμεν
  2. αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.
  1. φοβερὸς Κύριος καὶ σφόδρα μέγας.
  2. καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
  1. δοξάζοντες Κύριον ὑψώσατε
  2. καθʼ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι·
  3. (3⁴)καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι·
  4. μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε.
  1. τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιυηγήσεται;
  2. καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν;
  1. πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων,
  2. ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.
  1. πάντα γὰρ ἐποίησεν ὁ κύριος,
  2. καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν.
  3. Πατέρων ὕμνος.