Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- κάμινον φυλάσσων ἐν ἔργοις καύματος,
- (4)τριπλασίως ἥλιος ἐκκαίων ὄρη·
- ἀτμίδας πυρώδεις ἐμφυσῶν,
- καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.
- μέγας Κύριος ὁ ποιήσας αὐτόν,
- καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν·
- καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς,
- ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος·
- ἀπὸ σελήνης σημεῖον ἑορτῆς,
- φωστὴρ μειούμενος ἐπὶ συντελείας·
- μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν,
- αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει. [*](21 εκοσμησε C | και εως] ως U+05D0 ος AC | ηλασσωθη U+05D0A | και ου] ουδε U+05D0* U+05D0AC (ӄ ου U+05D0c.a) | συμβουλου] pr ανδρος U+05D0* (om U+05D0c.a) 22 ως σπινθηρος] εως σπινθ. U+05D0C (εωσπ.) | om εστιν U+05D0 | θεωρησαι] επιθεωρησαι U+05D0 24 εκλιπον] εκλειπον Bᵃᵇvid Cᵛⁱᵈ ενλειπον U+05D0 ελλιπον A XLIII 1 καθαριοτητος] και καθαριοτης U+05D0 | ουρανου] ανου U+05D0* (ουνου U+05D0 c.a) 2 διαγγελλων] αγγελλων U+05D0c.a διαγγελων A 4 φυλασσων] φυσων U+05D0c.a A | τριπλασιων A | εμφυσων] εκφυσων U+05D0AC 5 Κυριος] pr ο A | αυτον] αυτους U+05D0* (-τον U+05D0c.a) | κατε- σπευσεν] κατεπαυσεν U+05D0c.a | ποριαν U+05D0C 7 συντελειας] συντελεια αιωνος U+05D0* συντελεια U+05D0¹ A συντελειαις (sic) U+05D0c.a 8 αυξανομενος U+05D0AC | θαυμαστος U+05D0)
- (9)σκεῦος παραβολῶν ἐν ὕψει,
- ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων·
734
[*](B)- κάλλος οὐρανοῦ, δόξα ἄστρων,
- κόσμος φωτίζων, ἐν ὑψίστοις Κύριος·
- ἐν λόγοις ἁγίοις στήσονται κατὰ κρίμα,
- καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.
- ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό,
- σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ·
- ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης,
- χεῖρες Ὑψίστου ἐτάνυσαν αὐτό.
- προστάγματι αὐτοῦ κατέπαυσεν χιόνα,
- καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ·
- διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί,
- καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά·
- ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσεν νεφέλας,
- καὶ διεθρύβησαν λίθοι χαλάζης.
- καὶ ἐν ὀπτασίαις αὐτοῦ σαλευθήσεται ὄρη,
- ἐν θελήματι πνεύσεται νότος.
- φωνὴ βροντῆς αὐτοῦ ὠνείδισεν γῆν,
- καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος.
- (19)ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα,
- καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς·