Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός,
- καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία.
- καὶ πάχνην ὡς ἅλα ἐπὶ γῆς χέει,
- καὶ παγεῑσα γίνεται σκολόπων ἄκρα.
- ψυχρὸς ἄνεμος βορέης πνεύσει,
- καὶ παγήσεται κρύσταλλος ἀφʼ ὕδατος·
- ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει,
- καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ.
- καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει, [*](U+05D0AC)[*](8 παραβολων] παρεμβολων U+05D0AC 9 αστερων U+05D0 | Κυριος] κυ U+05D0c.a AC 10 αγιου U+05D0AC 11 αυτο] αυτον AC 12 αυτο] αυτον C 13 κατεπαυσεν B*ᵛⁱᵈU+05D0] κατεσπευσεν Bᵃᵇ (εσπευ sup ras) AC 15 νεφελαις A | χαλα- ζης] post ζ ras 1 lit Aᵃ 16 οπτασια U+05D0AC | σαλευθησεται] σαλευθησονται U+05D0A σαλευονται C | εν 2⁰] pr και AC | θεληματι] + αυτου U+05D0AC 17 ωνει- δισεν] ωδινησεν A | γην] γη A | κατιπταμενα B 18 αυτης 2⁰] αυτο inceb U+05D0* (-της U+05D01c.a 19 παχνη U+05D0* (-χνην U+05D0c.a) 20 βορεας U+05D0AC | αφ υδατος] εφ υδατος U+05D0Α φυδατος (sic) C | επι] pr και C | εκδυσεται U+05D0)
- καὶ ἀποσβέσει χλόην ὡς πῦρ.
735
- ἴασις πάντων κατὰ σπουδὴν ὁμίχλη,
- δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει.
- λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσον,
- καὶ ἐφύτευσεν αὐτὴν Ἰησοῦς.
- οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς,
- καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν·
- καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα,
- ποικιλία παντὸς ζῴου, κτίσις κητῶν.
- δι᾿ αὐτὸν εὐωδία τέλος αὐτοῦ,
- καὶ ἐν λόγῳ αὐτοῦ σύνκειται πάντα.
- πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἀφικώμεθα,¶ [*](¶C)
- καὶ συντέλεια λόγων Τὸ πᾶν ἐστιν αὐτός.
- δοξάζοντες ποῦ ἰσχύσωμεν
- αὐτὸς γὰρ ὁ μέγας παρὰ πάντα τὰ ἔργα αὐτοῦ.
- φοβερὸς Κύριος καὶ σφόδρα μέγας.
- καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ.
- δοξάζοντες Κύριον ὑψώσατε
- καθʼ ὅσον ἂν δύνησθε, ὑπερέξει γὰρ καὶ ἔτι·
- (3⁴)καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι·
- μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἀφίκησθε.
- τίς ἑόρακεν αὐτὸν καὶ ἐκδιυηγήσεται;
- καὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστιν;