Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Μνησθήσομαι δὲ τὰ ἔργα Κυρίου,
  2. καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι·
  3. ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ.
  1. ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν,
  2. καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ.
  1. οὐκ ἐνεποίησεν τοῖς ἁγίοις Κύριος
  2. ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ,
  3. ἃ ἐστερέωσεν Κύριος ὁ παντοκράτωρ,
  4. στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
  1. ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν,
  2. καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθην·
  3. (19)ἔγνω γὰρ ὁ κύριος πᾶσαν εἴδησιν
  4. καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος,
  1. ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα,
  2. καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·
  1. οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα,
  2. οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.
[*](U+05D0AC)[*](10 μετα] pr και U+05D0 | στειρωση] στειρωθη U+05D0AC (στιρ.) 11 αδιαστρεπτω | ποιηση σε] ποιησης U+05D0* (-ση σε U+05D0c.a) C ποιησει σε A | καταισχυνη U+05D0 2 ενβλεπε U+05D0A 13 εκπορευεται] εξελευσεται C 14 κρισσω A 15 δε] δη U+05D0AC | εωρακα Bᵇ | αυτου]+ ӄ γεγονεν εν ευλογια αυτου κριμα U+05D0c.a 16 αυτου 1⁰] κυ U+05D0c.a AC | πληρης BU+05D0 πληρεις C 17 Κυριος 1⁰] κυ U+05D0 | εκδιη- γησασθαι] pr και U+05D0* (improb και U+05D0c.a) | om α C 18 πανουργημασιν U+05D0* (-γευμασιν U+05D0c.a) A | διενοηθη U+05D0A | κυριος] υψιστος U+05D0AC*vid (?κς Cᵃ) | ειδησιν (ιδ. A)] συνιδησιν U+05D0 συν[ειδησιν] C 19 απαγγελλων] pr και U+05D0C | επεσο- μενα] τα εσομενα U+05D0AC | αποκαλυπτων] pr ο U+05D0* (om ο U+05D0c.a) 20 ου] +γαρ | U+05D0* (om γαρ U+05D0c.a) | ουκ] pr ӄ U+05D0c.a | om ουδε AC)
733
  1. τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν·
  2. [*](Β)
  3. καὶ ἕως ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα,
  4. (22)οὔτε προσετέθη οὔτε ἠλαττώθη,
  5. καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.
  1. ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά,
  2. καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι.
  1. πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα
  2. ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·
  1. πάντα δισσὰ ἕν κατέναντι τοῦ ἑνός,
  2. καὶ οὐκ ἐποίησεν οὐδέν ἐκλιπόν·
  1. ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά,
  2. καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;
  1. γαυρίαμα ὕψους στερέωμα καθαριότητος,
  2. εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.
  1. ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ,
  2. σκεῦος θαυμαστόν, ἔργον Ὑψίστου·
  1. ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν.
  2. καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;