Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- πολλὰ ἀπόκρυφά ἐστιν μείζονα τούτων,
- ὀλίγα γὰρ ἑωράκαμεν τῶν ἔργων αὐτοῦ.
- πάντα γὰρ ἐποίησεν ὁ κύριος,
- καὶ τοῖς εὐσεβέσιν ἔδωκεν σοφίαν.
- Πατέρων ὕμνος.
- Αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους
- καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει.
736
[*](Β)- πολλὴν δόξαν ἔκτισεν ὁ κύριος,
- τὴν μεγαλωσύνην αὐποῦ ἀπʼ αἰῶνος.
- κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν,
- καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει·
- βουλεύσονται ἐν συνέσει αὐτῶυ,
- ἀπηγγελκότες ἐν προφητείαις·
- ἡγούμενοι λαοῦ ἐν διαβουλίοις
- καὶ συνέσει γραμματείας λαοῦ,
- σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν·
- ἐκζητοῦντες μέλη μουσικῶν,
- διηγούμενοι ἔπη ἐν γραφῇ·
- ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι,
- εἰρηνεύοντες ἐν παροικίαις αὐτῶν·
- πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν,
- καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα.
- εἰσὶν αὐτῶν οἱ κατέλιπον ὄνομα
- τοῦ ἐκδιηγήσασθαι ἐπαίνους,
- καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον
- καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες,
- καὶ ἐγένοντο ὡς οὐ γεγονότες,
- καὶ τὰ τέκνα αὐτῶν μετʼ αὐτούς.
- ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους,
- ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν·
- μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ
- (¹² )ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν·
- ἐν ταῖς διαθήκαις ¹²ἔστη σπέρμα αὐτῶν,
- ⁽¹³)καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς,