Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν,
  2. καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·
[*](U+05D0A)[*](XLIV 2 πολλα U+05D0* (πολλην U+05D0c.ᵃ) | τη μεγαλωσυνη U+05D0c. ᵃ 3 αυτων 1⁰] αυτου A | βουλευονται U+05D0 βουλευεται A | προφηταις U+05D0* (-τιαις U+05D0c. a) 4 συν- εσει] pr εν | γραμματειας B* (-τιας Bᵇ)] γραμματιοις U+05D0 | λογοι εν] εν λογοις A | παιδια U+05D0A 5 διηγουμενοι] pr και U+05D0Α | γραφη] η sup ras Aᵃ 6 ισχυι] pr εν U+05D0Α | παροικιαις] κατοικιαις U+05D0Α 8 κατελιπον] ενκατελιπον U+05D0* (κατελ. U+05D0c.a) κατελειπον A 9 εστιν] εισιν B* (εστιν Bᵃ εστι Bᵇ) | υπαρξοντες U+05D0* (-ξαντες U+05D0 c.a) 11 εκγονα] pr τα U+05D0 12 σπερμα] pr το U+05D0Α 12—13 και τα τεκνα...σπερμα αυτων bis scr U+05D0* (εως αιωνος | [1⁰] ...δι αυτους[2⁰] unc incl U+05D0c.ᵃ) 12 δι αυτους] μετ αυτ. U+05D0c.a 13 μενει] διαμενει U+05D0c.ᵃ | εξαλειφθησεται] ενκαταλειφθησεται U+05D0Α (εγκ.))
737
  1. τὸ σῶμα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη,
  2. [*](B)
  3. καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς·
  1. σοφίαν αὐτῶν διηγήσονται λαοί,
  2. καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία.
  1. Ἑνὼχ εὐηρέστησεν Κυρίῳ καὶ μετετέθη,
  2. ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.
  1. Νῶε εὑρέθη τέλειος δίκαιος,
  2. ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα·
  3. (18)διὰ τοῦτο ἐγενήθη κατάλιμμα τῇ γῇ,
  4. διὰ τοῦτο ἐγένετο κατακλυσμός·
  1. διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν,
  2. ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.
  1. Ἀβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν,
  2. καὶ οὐχ ἐρέθῃ ὅμοιος ἐν τῇ δόξῃ,
  1. ὃς συνετήρησεν νόμον Ὑψίστου,
  2. καὶ ἐγένετο ἐν διαθήκῃ μετʼ αὐτοῦ,
  3. (21)καὶ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην,
  4. καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·
  1. διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ
  2. ἐνευλογηθῆναι ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ,
  3. πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς,
  4. ⁽2³)καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ,
  5. καὶ κατακληρονομῆσαι αὐτοὺς
  6. ἀπὸ θαλάσσης ἕως θαλάσσης
  7. καὶ ἀπὸ ποταμοῦ ἕως ἄκροσ γῆς.
  1. καὶ ἐν τῷ Ἰσαὰκ ἔστησεν οὕτως
  2. δι᾿ Ἀβραὰμ τὸν πατέρα αὐτοῦ
  3. ⁽²5)εὺλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην,
  1. καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν Ἰακώβ·
  2. ⁽26)ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ,
  3. καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ·
  4. [*](14 τὸ σωμα] τα σωματα U+05D0A 15 επαινον] + αυτων A | εξαγγελει A U+05D0A 17 εγενετο 1⁰] εγενοντο U+05D0* (-νετο U+05D0c. ᵃ) | om δια τουτο (1⁰)...τη γη U+05D0* (hab U+05D0c.ᵃ) | εγενηθη] εγενετο U+05D0 | καταλιμμα (-λειμμα Bᵇ)] καταλιμ sup ras Bᵃ κα sup ras Aᵃ | δια τουτο (2⁰)] οτε U+05D0c.ᵃA | κατακλυσμος] pr ο A 18 om κατακλυσμω A 19 Αβραμ A | ομοιος] + αυτω A | τη δοξη] om τη U+05D0c. ᵃ |20 om και 2⁰ A | εστησεν] εζητησεν U+05D0 21 τω σπερματι] om τω U+05D0A | om πληθυναι...σπερμα αυτου U+05D0* hab sup ras U+05D0c.c (vid) ᵐᵍ | ανυψωσαι το] αι το sub ras Bᵃᵇ | γης 2⁰] pr της U+05D0A 22 Ισακ B*U+05D0* (Ισαακ Bᵃᵇ U+05D0c.ᵃ) | δι] δια A 23 αυτου 1⁰)pr υψιστου U+05D0* (om U+05D0¹))
    738
    [*](Β)
  5. καὶ διέστειλεν μερίδας αὐτοῦ,
  6. ἐν φυλαῖς ἐμέρισεν δέκα δύο·
  7. (⁽27)καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους,
  8. εὑρίσκοντα χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός,
  1. ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων
  2. Μωυσῆν, οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·
  1. ὡμοίωσεν αὐτὸν δόξῃ ἁγίων,
  2. καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν·
  1. ἐν λόγοις αὐτοῦ σημεῖα κατέπαυσεν,
  2. (³)ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων·
  3. ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ,
  4. καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ·