Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. γαυρίαμα ὕψους στερέωμα καθαριότητος,
  2. εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.
  1. ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐξόδῳ,
  2. σκεῦος θαυμαστόν, ἔργον Ὑψίστου·
  1. ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν.
  2. καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;
  1. κάμινον φυλάσσων ἐν ἔργοις καύματος,
  2. (4)τριπλασίως ἥλιος ἐκκαίων ὄρη·
  3. ἀτμίδας πυρώδεις ἐμφυσῶν,
  4. καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.
  1. μέγας Κύριος ὁ ποιήσας αὐτόν,
  2. καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσεν πορείαν·