Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν·
  2. [*](Β)
  3. καὶ ἕως ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα,
  4. (22)οὔτε προσετέθη οὔτε ἠλαττώθη,
  5. καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.
  1. ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά,
  2. καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι.
  1. πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα
  2. ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·
  1. πάντα δισσὰ ἕν κατέναντι τοῦ ἑνός,
  2. καὶ οὐκ ἐποίησεν οὐδέν ἐκλιπόν·
  1. ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά,
  2. καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;