Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ ἡ σελήνη ἐν πᾶσιν εἰς καιρὸν αὐτῆς,
  2. ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος·
  1. ἀπὸ σελήνης σημεῖον ἑορτῆς,
  2. φωστὴρ μειούμενος ἐπὶ συντελείας·
  1. μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν,
  2. αὐξανομένη θαυμαστῶς ἐν ἀλλοιώσει.
  3. [*](21 εκοσμησε C | και εως] ως U+05D0 ος AC | ηλασσωθη U+05D0A | και ου] ουδε U+05D0* U+05D0AC (ӄ ου U+05D0c.a) | συμβουλου] pr ανδρος U+05D0* (om U+05D0c.a) 22 ως σπινθηρος] εως σπινθ. U+05D0C (εωσπ.) | om εστιν U+05D0 | θεωρησαι] επιθεωρησαι U+05D0 24 εκλιπον] εκλειπον Bᵃᵇvid Cᵛⁱᵈ ενλειπον U+05D0 ελλιπον A XLIII 1 καθαριοτητος] και καθαριοτης U+05D0 | ουρανου] ανου U+05D0* (ουνου U+05D0 c.a) 2 διαγγελλων] αγγελλων U+05D0c.a διαγγελων A 4 φυλασσων] φυσων U+05D0c.a A | τριπλασιων A | εμφυσων] εκφυσων U+05D0AC 5 Κυριος] pr ο A | αυτον] αυτους U+05D0* (-τον U+05D0c.a) | κατε- σπευσεν] κατεπαυσεν U+05D0c.a | ποριαν U+05D0C 7 συντελειας] συντελεια αιωνος U+05D0* συντελεια U+05D0¹ A συντελειαις (sic) U+05D0c.a 8 αυξανομενος U+05D0AC | θαυμαστος U+05D0)
    734
    [*](B)
  4. (9)σκεῦος παραβολῶν ἐν ὕψει,
  5. ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων·
  1. κάλλος οὐρανοῦ, δόξα ἄστρων,
  2. κόσμος φωτίζων, ἐν ὑψίστοις Κύριος·
  1. ἐν λόγοις ἁγίοις στήσονται κατὰ κρίμα,
  2. καὶ οὐ μὴ ἐκλυθῶσιν ἐν φυλακαῖς αὐτῶν.