Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν,
  2. καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ.
  1. οὐκ ἐνεποίησεν τοῖς ἁγίοις Κύριος
  2. ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ,
  3. ἃ ἐστερέωσεν Κύριος ὁ παντοκράτωρ,
  4. στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
  1. ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν,
  2. καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθην·
  3. (19)ἔγνω γὰρ ὁ κύριος πᾶσαν εἴδησιν
  4. καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος,
  1. ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα,
  2. καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων·
  1. οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα,
  2. οὐκ ἐκρύβη ἀπʼ αὐτοῦ οὐδὲ εἷς λόγος.