Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν,
  2. μή ποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς,
  3. λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ,
  4. καὶ καταισχυνεῖ σε ἐν πλήθει πολλῶν.
  1. παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει,
  2. καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
  1. ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σής,
  2. καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
  1. κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή,
  2. καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
  1. Μνησθήσομαι δὲ τὰ ἔργα Κυρίου,
  2. καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι·
  3. ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ.