Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα,
- καὶ ὑπέρ ἀμφότερα γυνὴ εὐδοκιμεῖται.
- χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν,
- καὶ ὑπέρ ἀμφότερα φόβος Κυρίου·
- (27)οὐκ ἔστιν φόβῳ Κυρίου ἐλάττωσις,
- καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήθειαν·
- φόβος Κυρίου ὡς παράδεισος εὐλογίας,
- καὶ ὑπέρ πᾶσαν δόξαν ἐκάλυψαν αὐτόν.
- τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς·
- κρεῖσσον ἀποθανεῖν ἡ ἐπαιτεῖν.
- ἀὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν, [*](ΝΑC)[*](16 αχει] αχι A even in C | χειλους] χιλος A 17 παραδεισον U+05D0* (-σος U+05D0¹c.a) | ελεημοσυνη] pr εν U+05D0* (inprob εν U+05D0c.a) | διαμενει] μενει C 16 αμ- φοτερα ο ευρ.] om ο U+05D0* (hab ο U+05D0c.a) αμφοτερας ευρ. A 20 αγαπήσεις σοφιαν sup ras U+05D0¹ ευρησις σοφ. C 22 ο οφθαλμος σου] οφθαλμος A οφθ. σου E | χλοη C | σπορμου U+05D0* (σπορου U+05D0c.a) 23 εταιρος] ετερος C | μετα] μετ A 24 αδελφοι] pr και B (om και U+05D0c.a) | βοηθεια] β sup litur in B | ρυεται U+05D0AC 25 γυνη] βουλη BᵃᵇΝAC 26 ανυψωσουσιν] ανυ- ψουσιν U+05D0¹c.a (ανουψουσ. Ν*) A | Κυριου 1⁰] θῦ U+05D0* (κυ U+05D0c.a) | φοβω] pr εν ΝAC | Κυριου 2⁰] θυ Ν* (κυ U+05D0c.a) | επιζητησοι εν αυτω βοηθειαν] εν αυτω ζητησαι β. C 27 πασον] αμφοτερα C | εκαλυψεν U+05D0A 28 κρεισσον (-σσων B)] +γαρ U+05D0c.a 29 βλεπων] incep τρ U+05D0* (improb τρ U+05D0¹ postea ras))
- οὐκ ἔστιν αὐτοῦ ὁ βἰος ἐν λογισμῷ ζωῆς, [*](B)
- ἀλισγήσει τὴν ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις·
- (31)ἀνήρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται.
729
- ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις,
- καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.
- θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν
- ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ,
- (2)Ἰᵇάνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν
- καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν.
- ὦ θανατε, καλ0ν σου τὸ κρίμα ἐστὶν
- ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι,
- (4)ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων,
- καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονὴν.
- μὴ εὐλαβοῦ κρίμα θανάτου,
- μνήσθητι προτέρων σου καὶ ἐσχάτων·
- τοῦτο τὸ κρίμα παρὰ Κυρίου πάσῃ σαρκί,
- (6)καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίὰ Ὑψίστου;
- εὗτε δέκα εἴτε ἑκατὸν εἶτε χίλια ἔτη,
- (7)οὐκ ἔστιν ἐν 4δοῦ ἐλεγμὸς ζωῆς.
- τέκνα βδελυκτὰ γίνεται τέκνα ἁμαρτωλῶν,
- καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν·
- τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία,
- καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.
- πατρὶ ἀσεβεῖ μέμψεται τέκνα,
- ὅτι δι αὐτὸν ὀνειδισθήσονται.
- οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς,
- οἵτινες ἐγκατελείπετε νόμον θεοῦ Ὑψίστου·