Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε,
- καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.
- πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται,
- οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπωλίαν.
- πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, [*](29 διαλογισμῷ U+05D0 | αλισγησει] αλγησει Ν | την ψυχην] om την ΝA ΝAC 30 απαιτησις Ν XLI 1 αυτου] αυτω U+05D0 | πασι C | επιδεξασθαι] δεξασθε U+05D0 2 καλον] pr ως U+05D0c.a | επιδεουμενω A | ισχυι] pr εν ΝA | περι παντων] pr και Ν* (improb και U+05D0c) 4 το κριμα] om το AC | om εν 1⁰ U+05D0* (hab εν U+05D0c.a (vid)) 5 βδελυκτα] βδελυρα NAC 6 ενδελεχει A 7 μεμφε(ται) C 8 εγκατε- λειπετε] εγκατελιπετε BᵇΝ (ενκ.) εγκατελειπατε C | om θεου Ν 10 απε- λευσονται C | απωλειαν Bᵇ⁽vid⁾ AC 11 σωματι U+05D0* (-μασιν U+05D0c.a))
- ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται.
730
[*](Β)- φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ
- ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου·
- ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν,
- καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
- παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα·
- σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής,
- τίς ὠφελία ἐν ἀμφοτέροις;
- κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ
- ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.
- τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου·
- (20)οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν,
- καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
- αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας,
- καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,
- ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελίας,
- ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας,
- (23)ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας,
- καὶ ἀπὸ τόπου οὗ παροικεῖς (24)περὶ κλοπῆς,
- καὶ ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης,
- καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπʼ ἄρτους,
- ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως,
- καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς,
- ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας,
- καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς,
- ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως,
- (²⁷)καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,
- ἀπὸ περιεργείας παιδίσκης αὐτοῦ,
- καὶ μὴ ἐπιστῆς ἐπὶ τὴν κοίτην αὐτῆς·
- (28)ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ, [*](U+05D0AC)[*](11 om αμαρτωλων ουκ U+05D0c.a 12 ονοματος] + καλου U+05D0c.a 14 παι- διαν U+05D0AC | om δε U+05D0c.a | ωφελεια Bᵃᵇ A 16 διαφυλαξαι] αποκαλυψαι U+05D0c.a | παστει U+05D0* (πιστ. U+05D0c.a) 17 περι πορνειας] απο πονηριας U+05D0* (περι πορν. U+05D0c.a) | ηγουμενου] προηγουμενου U+05D0 18 πλημμελειας Bᵃᵇ A | απο 3⁰] pr και C | om απο κοινωνου...αδικιας A | περι 3°] pr κ U+05D0* (ras κ iam antes im- prob U+05D0?) 19 κλοπης] πλοκης πης rescr Cᵃ | αληθιας U+05D0 (αλ et δι fec U+05D0¹) | om και 4 A | αρτοις U+05D0AC | απο 4°]| pr και AC | κορακισμου C 20 απο 1⁰] περι U+05D0* (απο U+05D0c.a) | απο 2⁰] pr και AC | εταιρας] ετερας U+05D0AC 21 om και 3⁰ AC 22 περιεργιας B⁰ (-γειας B*)] περιεργασιας ӄ U+05D0c.a | παιδισκης] pr και U+05D0c.a | λογου U+05D0AC | ονειδισμου] ωνιδισμων C)
- καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε·
731